Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.533
Not analysed yet
πᾶσαι αἱ πόλεις ἐμπεπρησμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου τῆς ὀργῆς αὐτοῦ ἠφανίσθησαν. Εἰκὸς μὲν καὶ αὐτὸν δῃωθῆναι τὸν Κάρμηλον, ἐν τῇ τῶν πολεμίων ἐφόδῳ· ἐγὼ δὲ οἶμαι Κάρμηλον ἐνταῦθα τροπικῶς τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι, διὰ τὸ πλῆθος τῶν ἐνοικούντων. κζʹ. Τάδε λέγει Κύριος· Ἔρημος ἔσται πᾶσα ἡ γῆ· συντέλειαν δὲ οὐ μὴ ποιήσω. Πᾶσαν τὴν γῆν τὴν Παλαιστίνην λέγει· ὑπισχνεῖται δὲ τὴν ἀνάκλησιν. Εἶτα παρακελεύεται· κηʹ. Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα. Συνᾴδει γὰρ ἡ κτίσις τῷ Ποιητῇ. «Παρατέταγμαι, καὶ οὐ μετανοήσω.» Τὸ, «Οὐ μετανοήσω,» ἀνθρωπίνως τέθεικεν· ἀπαθὲς γὰρ τὸ Θεῖον· ἀντὶ τοῦ, Ἐδοκίμασα τιμωρήσασθαι. «Ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτῆς,» τουτέστι, τῆς ὁρμῆς. Διδάσκει δὲ τίς αὕτη· ὅτι διὰ τὸ δέος τῶν τε ἱππέων καὶ τοξοτῶν εἰς φυγὴν ἐτρέποντο πάντες, καὶ οἱ μὲν εἰς τὰ ὄρη, οἱ δὲ εἰς τὰ ἄλση θαῤῥεῖν ἐπειράθησαν· πολλοὶ δὲ καὶ τὰς πόλεις καταλιπόντες, τὰς τῶν ὀρῶν κατέλαβον κορυφάς. Εἶτα πρὸς τὴν Ἱερουσαλήμ· λʹ. Καὶ σὺ, ἡ ταλαίπωρος, τί ποιήσεις; Ἀντὶ τοῦ, Ποῦ φεύξῃ; ποῖον καταλήψῃ τόπον; «Ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ· καὶ ἐὰν χρίσῃ στίβῃ τοὺς ὀφθαλμούς σου, εἰς μάτην ἐγένετο ὁ ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου· τὴν ψυχήν σου ζητοῦσιν.» Εἰώθεισαν ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπίζεσθαι· ἐκείνου αὐτοὺς ἀναμιμνήσκει τοῦ κόσμου, καὶ διδάσκει ὡς ἀκερδῆ πάντα ἐκεῖνα καὶ ἐπιζήμια. Οὐδεμιᾶς γὰρ παρὰ τῶν δαιμόνων ἀπελαύσαντο συμμαχίας, μᾶλλον δὲ τούτων αὐτοῖς τῶν κακῶν γεγένηνται πρόξενοι. λαʹ. Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα· τοὺς στεναγμούς σου, ὡς πρωτοτοκούσης. Παρέστησε διὰ τῆς εἰκόνος τῆς ὀδύνης τὸ μέτρον. «Οἴ μοι, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.» Νόμον θεῖον πληροῖ, «Κλαίειν μετὰ κλαιόντων,» καὶ τοῖς τιμωρουμένοις συνοδυνώμενος. Ἡμεῖς δὲ ἐνταῦθα διαναπαύσαντες, παρακαλοῦμεν τοὺς ἐντευξομένους τῇ βίβλῳ, φυγεῖν μὲν τὴν τῶν δαιμόνων ἀπάτην, διὰ πάντων δὲ τὸν Θεὸν θεραπεῦσαι. Οὕτω γὰρ δυνησόμεθα, καὶ κατὰ τὸν παρόντα βίον τῆς παρ' αὐτοῦ προνοίας ἀπολαῦσαι, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.