Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.536
Not analysed yet
ΤΟΜΟΣ Β. ΚΕΦΑΛ. Εʹ. αʹ. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα ἐν αὐτῇ· ἐὰν εὑρεθῇ τις ποιῶν κρῖμα, καὶ ζητῶν τὴν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. Ἀνυπέρβλητος καὶ ἡ ἐκείνων ἀσέβεια, καὶ ἡ τοῦ Δεσπότου φιλανθρωπία· οἱ μὲν γὰρ ὁμοθυμαδὸν εἰς παρανομίαν· ὁ δὲ καὶ δι' ἑνὸς κατὰ νόμον πολιτευομένου συγγνώμην ἅπασιν ἐπαγγέλλεται· τὸ μέντοι, «Ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε,» ἀντὶ τοῦ, Μετὰ πάσης ἀκριβείας ἐρευνήσατε. βʹ. Ζῇ Κύριος, λέγουσιν, ὅμως δὲ ἐπὶ ψεύδεσιν ὀμνύουσιν. Οὐδὲ γὰρ ἐν τοῖς πρόσθεν εἰρημένοις μεταθεῖναι τὸν ὅρκον εἰς αὐτὸν ἁπλῶς παρηγγύησεν, ἀλλὰ μετὰ ἀληθείας ὀμόσαι. Εἶτα ὁ προφήτης· γʹ. Καὶ οἱ ὀφθαλμοί σου εἰς πίστιν. Τουτέστι, Μαρτυρεῖς οἷς λέγω. Ἐφορᾷς γὰρ πάντα. «Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.» Τὸ μὲν πρότερον τὴν σύμμετρον παιδείαν δηλοῖ· τὸ δὲ, «συνετέλεσας,» τὴν ἐπιτεταμένην· ἀλλ' ὅμως οὐδὲν αὐτοὺς ὤνησε διὰ τὴν ἀτεράμονα γνώμην· τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει· «Ἐστερέωσαν τὸ πρόσωπον αὑτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.» Τὴν ἀναίδειαν αὐτῶν, καὶ ἀπείθειαν διὰ τούτων δηλοῖ. δʹ, εʹ. Καὶ ἐγὼ εἶπον· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἠδυνήθησαν, καὶ οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ αὑτῶν. Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς· ὅτι αὐτοὶ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ. Ἁδροὺς ἐκάλεσε τοὺς ἱερέας καὶ τοὺς νομοδιδασκάλους· πτωχοὺς δὲ τοὺς ἄλλους, ὡς τῆς θείας γνώσεως τὸν πλοῦτον οὐ κεκτημένους· ἀμφοτέρων μέντοι παρανομίαν κατηγορεῖ· τοῦτο γὰρ ἐπάγει· «Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς.» Ταῦτα οὐχ ἁπλῶς εἴρηκεν ὁ προφήτης· ἀλλ' ἐπειδὴ ὑπέσχετο ὁ Δεσπότης φιλανθρωπίαν, ἕνα γοῦν εἰ εὕρῃ ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, διδάσκει ὡς ἐπεζήτησε μὲν, ὡς προσετάχθη, πάντας δὲ εὗρε συντρίψαντας τὸν τοῦ νόμου ζυγόν. ϛʹ. Διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐ-