Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.537
Not analysed yet
τοὺς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν. Λέοντα τὸν Ναβουχοδονόσορ καλεῖ, λύκον δὲ, ὡς οἶμαι, Ναβουζαρδᾶν τὸν ἀρχιμάγειρον· ὃς ὕστερον ἀποσταλεὶς, καὶ τὴν πόλιν ἐνέπρησε, καὶ τὸν θεῖον νεὼν καὶ τοὺς ὑπολειφθέντας ἐξηνδραπόδισε· πάρδαλιν δὲ ἡγοῦμαι Ἀντίοχον καλεῖσθαι τὸν Ἐπιφανῆ· καὶ γὰρ ὁ θεῖος Δανιὴλ τὴν Μακεδονικὴν βασιλείαν παρδάλει εἶδεν ἀπεικασμένην· ὑπὸ τούτων, φησὶν, ἁπάντων ἐθηρεύθης διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην. Εἶτα δικαστικῶς· ζʹ. Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; Λέγει δὲ καὶ τῆς παρανομίας τὰ εἴδη. Οὐ γὰρ μόνον, φησὶν, ὑμεῖς, καὶ οἱ ὑμέτεροι παῖδες ὄμνυνται κατὰ τῶν οὐκ ὄντων θεῶν, ἀλλὰ καὶ τοὺς ἄλλους ὁρκίζετε· ἐγὼ δὲ ὑμῖν ἀφθονίαν ἀγαθῶν ἐδωρούμην. Τοῦτο γὰρ λέγει, «Καὶ ἐχόρτασα αὐτούς.» Πρὸς δὲ τούτοις καὶ ἀλλοτρίους διορύττετε γάμους, ὡς τὴν λαγνείαν ὑμῶν ἵπποις θηλυμανέσιν ἀπεικάζεσθαι. Εἶτα συλλογιστικῶς· θʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ταῦτά με, φησὶ, παριδεῖν δυνατόν; Καὶ πῶς οἷόν τε παραφθεῖραι τοῦ δικαίου τὴν ψῆφον; Οὗ δὴ χάριν, ταύτην ἐκφέρει, καὶ κελεύει καὶ τὰ τείχη καταλῦσαι, καὶ κατασκάψαι τοὺς προμαχῶνας· κεράννυσι δὲ τὸ δίκαιον ἀγαθότητι. ιʹ. Συντέλειαν γὰρ, φησὶ, μὴ ποιήσετε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου ἐστίν. Αἰνίττεται δὲ διὰ τούτων τὴν ἀνάκλησιν, καὶ τὴν δευτέραν οἰκοδομίαν. Προλέγει δὲ τῶν λυπηρῶν τὴν αἰτίαν ὅτι παρανομοῦντες καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γιγνόμενοι ἐθρασύνοντο, καὶ κρείττους ἔσεσθαι τῶν λυπηρῶν ὑπελάμβανον. ιβʹ. Οὐχ ἥξει γὰρ, φησὶν, ἐφ' ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα. Αἴτιοι γὰρ τούτων ἦσαν οἱ ψευδοπροφῆται· τούτων γὰρ ἐν τοῖς ἐπαγομένοις κατηγορεῖ. ιγʹ. Οἱ προφῆται ὑμῶν ἦσαν εἰς ἄνεμον· καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν αὐτοῖς. Τὸ δὲ «εἰς ἄνεμον» τὸ μάταιον καὶ ψευδὲς τῶν λεγομένων δηλοῖ· οὐ γὰρ τοῦ θείου μετέλαχον Πνεύματος. Οὗ δὴ χάριν πρὸς τὸν προφήτην φησὶν, ὅτι Ὁ λόγος, ὃν διὰ τῆς σῆς φθέγγομαι γλώττης, πυρὸς αὐτοὺς δίκην καταναλώσει· ὑποδείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸν τρόπον ιεʹ. Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος ἀρχαῖόν ἐστι. Τοὺς Ἀσσυρίους λέγει· ἔθνος δὲ αὐτοὺς ἀρχαῖον καλεῖ, ἐπειδήπερ ἡ τούτων βασιλεία πασῶν ἐστι πρεσβυτάτη· Νεμβρὼθ γὰρ μετὰ τὸν κατακλυσμὸν πρῶτος αὐτῶν ἐβασίλευσεν. Εἶτα λέγει καὶ τῆς φωνῆς τὸ ἀλλόγλωττον. Καὶ τὴν φαρέτραν ἀπεικάζει τάφῳ ἀνεῳγμένῳ, διὰ τὸ θανατηφόρον