Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.540
Not analysed yet
τῶν βελῶν, καὶ τῆς τοξείας τὸ εὔστοχον. Λέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν, καὶ τῶν οἰκιῶν τὴν πόρθησιν, καὶ τὴν τῶν ἀνθρώπων σφαγήν. Προλέγει μέντοι καὶ τὴν τῶν πολεμίων κατάλυσιν, καὶ τὴν τούτων ἀνάκλησιν. ιηʹ. Οὐ γὰρ μὴ ποιήσω, φησὶν, ὑμᾶς εἰς συντέλειαν. Καὶ ἐπειδὴ ἀναλγησίαν ἐνόσουν, καὶ τὰς οἰκείας οὐχ ἑώρων παρανομίας, ἀλλ' ἔλεγον· ιθʹ. Ἕνεκα τίνος ἐποίησεν ἡμῖν Κύριος ὁ Θεὸς ἡμῶν πάντα ταῦτα; κελεύει τῷ προφήτῃ πρὸς αὐτοὺς εἰπεῖν, «Ἀνθ' ὧν ἐγκατελίπετέ με, καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν.» Δικαία δὲ τῆς τιμωρίας ἡ ψῆφος. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἠρνήθητε βασιλείαν, ἑτέροις ὑμᾶς παραδώσω δεσπόταις. Ταῦτα αὐτοὺς σπουδαίως ἀκοῦσαι κελεύει, καὶ μωροὺς, καὶ ἀσυνέτους καλεῖ, ἐπειδὴ τοῖς τοῦ σώματος αἰσθητηρίοις οὐκ εἰς δέον ἐκέχρηντο. «Ὀφθαλμοὶ γὰρ αὐτοῖς, φησὶ, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.» Δείκνυσι καὶ αὐτοὺς καὶ ἀψύχων ἀλογωτέρους. Ἡ μὲν γὰρ θάλαττα, φησὶ, φυλάττει τοὺς ὅρους· ἔθηκα δὲ αὐτῇ ὅρους, οὐκ ἀδαμάντινον τεῖχος, ἀλλὰ ψάμμον εὐτελεστάτην· ἀλλ' ὅμως κυκωμένη καὶ ταρασσομένη οὐχ ὑπερβαίνει τοὺς ὅρους, ἀλλὰ τούτοις πελάζουσα εἰς τοὐπίσω χωρεῖ· οὗτοι δὲ λόγῳ τιμηθέντες, τὴν ἀλογίαν ἠγάπησαν. κγʹ. Τῷ γὰρ τούτῳ λαῷ, φησὶ, ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής. Οὐ γὰρ αἰσθάνονται τῶν ὑπ' ἐμοῦ χορηγηθέντων ἀγαθῶν· ὑετὸν μὲν γὰρ αὐτοῖς πρώϊμον καὶ ὄψιμον διηνεκῶς παρέχω. Ἔπειτα δὲ καὶ τῶν ἀπὸ γῆς καρπῶν ἀπολαύουσι. Τοῦτο γὰρ εἶπε, «Κατὰ καιρὸν πληρώσεως προστάγματα θερισμοῦ.» Οἷον γάρ τινι προστάγματι τῷ βουλήματι κέχρηται· καὶ πλήρεις τοὺς ἀπὸ γῆς δωρεῖται καρπούς. Ἀλλ' ὅμως παρανομοῦντας ὑμᾶς ὁρῶν, καὶ τούτων ἐστέρησα τῶν ἀγαθῶν. κϛʹ, κζʹ. Εὑρέθησαν γὰρ ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας, καὶ συνελάμβανον. Ὡς παγὶς ἐφισταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου. Τὰς λαθραίας αὐτῶν ἐπιβουλὰς διὰ τούτων δεδήλωκε. Λέγει δὲ καὶ τὸν ἐκ τῆς ἀδικίας ἐγγιγνόμενον πλοῦτον, καὶ τὴν ἐκ τοῦ πλούτου προσγιγνομένην ἀλαζονείαν, καὶ τὸν παράνομον βίον, καὶ τὴν κατὰ τῶν ὀρφανῶν καὶ χηρῶν ἀδικίαν. Καὶ μετὰ ταῦτα ἐπάγει· κθʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικιεῖ ἡ ψυχή μου; Ἀλλότριον, φησὶ, τῆς ἐμῆς δικαιοκρισίας, ἡ τῶν τοιούτων ὑπεροψία.