Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.541
Not analysed yet
λʹ. Ἔκστασις δὲ, καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς. Ὅταν παρ' ἐλπίδα πᾶσαν παρανόμως τι γινόμενον ἴδωμεν, ταῦτα λέγειν εἰώθαμεν· Ἐξέστην ἐπὶ τῷδε ἔφριξα τόδε ἀκούσας. Εἶτα λέγει τὰ τούτων αἴτια. λαʹ. Οἱ προφῆται ὑμῶν προφητεύουσιν ἄδικα· τουτέστι, ψευδῆ. «Καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὑτῶν.» Συγκαταθέσεως τοῦτο σημεῖον. «Καὶ ὁ λαός μου ἠγάπησεν οὕτως.» Τὴν κακὴν ἁπάντων ὑπέδειξε συμφωνίαν. «Καὶ τί ποιήσετε μετὰ ταῦτα;» Ἀντὶ τοῦ, τῆς τιμωρίας ἐπιφερομένης· δηλοῖ δὲ ταύτην διὰ τῶν ἑξῆς ΚΕΦΑΛ. ϛʹ. Παρακελεύεται γὰρ τὸν τῆς Βενιαμίτιδος φυλῆς· συνῆπτο δὲ αὕτη τῇ τοῦ Ἰούδα, σημᾶναι τῇ σάλπιγγι, καὶ εἰς παράταξιν ἑτοίμους γενέσθαι, ὡς τῶν ἀπὸ βοῤῥᾶ πολεμίων κατὰ τῆς Ἱερουσαλὴμ ὁρμώντων. Ὡραίαν γὰρ καὶ τρυφερὰν αὐτὴν καλεῖ· ὡραίαν μὲν, διὰ τὸ κάλλος τῶν οἰκημάτων· τρυφερὰν δὲ, διὰ τὸ ἁβροδίαιτον τῶν ἐνοικούντων ἐν αὐτῇ. γʹ. Ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὑτοῦ τὴν ἀγέλην αὑτοῦ. Ποιμένας τοὺς βασιλέας καλεῖ, τοὺς μετὰ τοῦ Ναβουχοδονόσορ ἐπιστρατεύσαντας· ἀγέλας δὲ καὶ ποίμνας, τὰς στρατιὰς τὰς ὑπὸ τούτους τελούσας· τὴν δὲ τῆς πόλεως πολιορκίαν διὰ τούτων δεδήλωκεν. Εἶτα λέγει καὶ τὰς ἐν μεσημβρίᾳ παρατάξεις, καὶ τὰς ἑσπερινὰς ἐφόδους, καὶ τὰς νυκτερινὰς προσβολὰς, καὶ ὡς δρυμὸν ἄκαρπον ἐκκόψαι παρακελεύεται· ὅλη γάρ ἐστι ψευδὴς κατὰ δυναστείαν αὑτῆς· συμβαίνει δὲ ταῦτα καὶ τοῖς πρόσθεν εἰρημένοις. ζʹ. Ὡς ψύχει λάκκος ὕδωρ αὑτοῦ, οὕτω ψύχει κακίαν αὑτῆς. Ἔδει τὴν τῷ Θεῷ ἀνακειμένην πόλιν, καὶ τοὺς παρανομίᾳ συζῶντας ὑποδεχομένην, εὐνομίαν διδάσκειν· νῦν δὲ τοὐναντίον ἐγκαλεῖται, ὅτι αὕτη διδάσκαλος ἀσεβείας ἐγένετο· καὶ καθάπερ ὁ λάκκος εἰς ψυχρὰν ποιότητα μεταβάλλει τὸ ὕδωρ· οὕτως εἰς πονηρίαν αὕτη τοὺς πρὸς αὐτὴν παραγινομένους μετέβαλε· τὴν μέντοι πόλιν, οὐ τὰς οἰκοδομὰς, ἀλλὰ τοὺς ἐνοικοῦντας καλεῖ. «Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ προσώπου μου διαπαντός.» Οὐδὲ τὴν ἐμὴν ἐνοίκησιν ἐδεδίεισαν, ἀλλ' ὁρῶντός μου πᾶσαν ἐτόλμων ἀσέβειαν. Εἶτα παραίνεσιν εἰσάγει καὶ συμβουλήν. Ἐν πόνῳ καὶ μάστιγι (ηʹ) παιδεύθητι, Ἱερουσαλὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ