Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.544
Not analysed yet
σοῦ, καὶ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθήσεται. Τὴν ἄῤῥητον τοῦ Δεσπότου φιλανθρωπίαν καὶ ταῦτα δηλοῖ· ἀπειλῶν γὰρ αὐτῇ τὰ σκυθρωπὰ, ὑπισχνεῖται μεταβαλλομένῃ τὴν τούτων ἀπαλλαγήν. Ἐπειδὴ δὲ τὴν εἰσήγησιν οὐκ ἐδέχοντο, τρυγητὰς μὲν καλεῖ τοὺς πολεμίους· ἐντέλλεται δὲ αὐτοῖς ἅπαντας αὐτοὺς συναγαγεῖν, ὡς ἀμπέλου καρπὸν, καὶ τὴν αἰτίαν διδάσκει. ιʹ. Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι. Ἀπερίτμητα ὦτα καλεῖ τὰ ἀδιακρίτως πάντα δεχόμενα. Τοιοῦτοι ἦσαν καὶ οὗτοι· τὰ παρὰ τῶν ψευδοπροφητῶν προσφερόμενα τερπνὰ ὄντα ῥᾳδίως δεχόμενοι, τοῖς θείοις λόγοις προσέχειν οὐκ ἤθελον, ἀλλ' ἐκωμῴδουν καὶ διεχλεύαζον τοὺς προφήτας. Εἶτα διδάσκει τὴν τῆς μακροθυμίας ὑπερβολήν. ιαʹ. Τὸν θυμόν μου ἐπλήρωσα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς. Ἀντὶ τοῦ, Ὥρμησα κολάσαι, καὶ οἴκτου πάλιν αὐτοὺς ἠξίωσα καὶ φειδοῦς. Ἀπειλεῖ δὲ κοινὴν καὶ νέοις καὶ πρεσβύταις, καὶ ἀνδράσι καὶ γυναιξὶ τιμωρίαν ἐπάξειν, ἐπειδὴ κοινῇ πάντες τὴν παρανομίαν ἠγάπησαν, καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, μετὰ τῶν τὰ ψευδῆ προαγορεύειν τολμώντων. Λέγει δὲ καὶ τὰ ὑπὸ τούτων τολμώμενα· ιδʹ. Καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ ἐπ' ἀτιμίᾳ, ἐξουθενοῦντές με, καὶ λέγοντες· Εἰρήνη, εἰρήνη. Ἔπειτα κατ' ἐρώτησιν· «Καὶ ποῦ ἔστιν εἰρήνη;» Δέον, φησὶ, θεραπεύειν τὰ πάθη τοῖς αὐστηροτέροις φαρμάκοις, ἐπέτριβον ταῦτα τῇ τῆς εἰρήνης ἐπαγγελίᾳ· ποῦ τοίνυν τῶν λόγων τὸ τέλος; Ἀντὶ γὰρ τῆς εἰρήνης πανωλεθρίαν ὁρῶσι. Δείκνυσι δὲ αὐτῶν καὶ τῆς ἀναιδείας ὑπερβολήν. Καταισχυνθέντες γὰρ, φησὶν, ὡς τὰ ψευδῆ προειρηκότες, ἐρυθριᾷν οὐκ ἀνέχονται. Τοῦτο γὰρ λέγει· ιεʹ. Οὐδ' ὡς καταισχυνόμενοι ᾐσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. Ἀλλ' ὅμως τίσουσι, φησὶν, ἐν καιρῷ ὧν ἐτόλμησαν δίκας. «Ἐν καιρῷ γὰρ ἐπισκοπῆς αὑτῶν ἀσθενήσουσιν, εἶπε Κύριος.» Ἐντεῦθεν καὶ τῶν Ἰουδαίων τὴν ἀπείθειαν διδάσκει, καὶ τῶν ἐθνῶν προκηρύττει τὴν κλῆσιν. ιϛʹ. Τάδε λέγει Κύριος· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε· ἐρωτήσατε τρίβους αἰωνίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε