Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.545
Not analysed yet
ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν. Ὁδοὶ μὲν πολλαὶ, οἱ ἅγιοι προφῆται· ὁδὸς δὲ ἀληθῶς ἀγαθὴ, αὐτὸς ὁ Κύριος ἡμῶν· ἀκούομεν γὰρ αὐτοῦ λέγοντος· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή·» ἑκάστη μέντοι τῶν προφητικῶν ὁδῶν εἰς ταύτην φέρει· καὶ γὰρ Μωσῆς ὁ νομοθέτης ταύτην ὑποδείκνυσι, λέγων· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ·» καὶ τὰ ἑξῆς. Καὶ Δαβὶδ ὁ βασιλεὺς καὶ προφήτης, καὶ μέντοι καὶ Ἡσαΐας, καὶ Μιχαίας, καὶ Ἐζεκιὴλ, καὶ ἕκαστος τῶν προφητῶν ταύτην ὑποδείκνυσι τὴν ὁδόν. Καὶ καθάπερ μία μὲν ὁδὸς, ἡ εἰς τὰς μεγίστας ἀπάγουσα πόλεις, ἣν βασίλειον καὶ βασιλικὴν ὀνομάζειν εἰώθαμεν, εἰς δὲ ταύτην ἀτραποί τινες ἀπὸ κωμῶν ἐμβάλλουσι καὶ ἀγρῶν· οὕτως μία μὲν ἔστιν ἡ ὁδὸς ἡ ἀπάγουσα πρὸς Πατέρα, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· οἷον δέ τινες ἀτραποὶ, οἱ μακάριοι προφῆται, εἰς ταύτην ἄγουσι τὴν ὁδὸν τοὺς δι' αὐτῶν ὁδεύειν προαιρουμένους. Κελεύει τοίνυν Ἰουδαίοις ὁ προφητικὸς λόγος τὰς προφητικὰς ὁδοὺς ἐρευνῆσαι, καὶ δι' αὐτῶν μαθεῖν τὴν ἀγαθὴν ὁδὸν, καὶ ἐν αὐτῇ βαδίσαι. Ἀλλ' ἀντιλέγουσι συνήθως, καὶ τὸ κελευσθὲν οὐ ποιοῦσιν. «Εἶπον γὰρ, φησὶν, Οὐ πορευσόμεθα.» Ἀλλ' ὅμως καὶ ἑτέραν αὐτοῖς προσφέρει παραίνεσιν. ιζʹ. Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Σκοποὺς δὲ πάλιν αὐτοὺς προφήτας ὀνομάζει· καὶ γὰρ τῷ Ἐζεκιήλ φησι· «Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.» Σάλπιγγα δὲ καλεῖ τῶν ἀποστόλων τὸ κήρυγμα· προεθέσπισαν δὲ καὶ τοῦτο οἱ κληθέντες σκοποί· ἀλλ' ὅμως πάλιν ἀντιλέγουσιν Ἰουδαῖοι, καὶ ἄντικρυς λέγουσιν, «Οὐκ ἀκουσόμεθα.» Δείξας τοίνυν τὴν τούτων ἀντιλογίαν, τῶν ἐθνῶν προλέγει τὴν εὐπείθειαν. ιηʹ. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ποιμένας δὲ καλεῖ τοὺς τούτων ἡγουμένους, καὶ οὐ μόνον τοὺς τῆς πνευματικῆς ἡγεμονίας ἠξιωμένους, ἀλλὰ καὶ τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας· καὶ οὗτοι γὰρ τὸ θεῖον ἐδέξαντο κήρυγμα· οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι Βαρνάβας καὶ Παῦλος ἐποίησαν· εἴς τινα γὰρ εἰσελθόντες συναγωγὴν, καὶ πλεῖστα τοῖς Ἰουδαίοις διαλεχθέντες, εἶτα τὴν ἀπείθειαν αὐτῶν κατιδόντες ἔφασαν· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε