Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.548
Not analysed yet
εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς·» συμβαίνει τοίνυν τῇ προῤῥήσει ἡ ἔκβασις· ἐνταῦθα μέντοι ὁ προφητικὸς λόγος τοῖς ἀπειθοῦσιν Ἰουδαίοις ἀπειλεῖ τιμωρίαν τῇ ἀντιλογίᾳ κατάλληλον· ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν. κʹ. Ἱνατί μοι λίβανον ἐκ Σαβὰ θέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με. Εἰ δὲ καὶ ἡνίκα ὁ νόμος ἐκράτει, περιττὰ ταῦτα ἐνομίσθη, μάτην μεμήνασιν Ἰουδαῖοι, μετὰ τὴν τοῦ νόμου παῦλαν τοῖς τοῦ νόμου περιττοῖς ὡς ἀναγκαίοις ἐνασχολούμενοι. Προλέγει δὲ πάλιν τὴν ἀσθένειαν ᾗ συνεζύγησαν, οὐ μόνον δουλεύειν ἐναντιούμενοι, ἀλλὰ καὶ μυσαροὶ πᾶσι φαινόμενοι. Ἐντεῦθεν μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Βαβυλώνιον, καὶ τοὺς ἐπιστρατεύσαντας σὺν αὐτῷ βασιλέας, καὶ διηγεῖται αὐτῶν τὴν ἰσχὺν, καὶ τὴν πανοπλίαν, καὶ τὸ ἀπηνὲς καὶ θηριῶδες τῆς γνώμης. Λέγει δὲ καὶ τὴν τούτων δειλίαν. κδʹ. Παρελύθησαν γὰρ, φησὶν, αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. Καὶ παρακελεύεται μὴ προκύπτειν τῶν πόλεων, ὡς τῶν πολεμίων προκαθημένων. Παρακελεύεται δὲ τῇ Ἱερουσαλὴμ καὶ σάκκον περιβαλέσθαι, καὶ ταῖς κεφαλαῖς κόνιν ἐπιβαλεῖν, καὶ μονογενοῦς παιδὸς μιμήσασθαι πένθος. Εἶτα τῷ προφήτῃ παρεγγυᾷ τὰς τούτων παρανομίας ἰδεῖν. κζʹ. Δοκιμαστὴν γὰρ, φησὶ, δέδωκά σε ἐν λαῷ μου συγκεκλεισμένῳ· καὶ γνώσῃ ἐν τῷ δοκιμάσαι σε τὴν ὁδὸν αὐτῶν. Ἀντὶ τοῦ, Οὐ κάμνῃς περινοστῶν πόλεις πολλὰς καὶ ἀγρούς· ἐν γὰρ τῇ Ἱερουσαλὴμ πάντες εἰσὶ συνηθροισμένοι διὰ τὸν πόλεμον. Ἐπιδείκνυσι δὲ αὐτῷ τῆς γνώμης αὐτῶν τὸ διάστροφον. κηʹ. Πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, ὡς χαλκὸς καὶ σίδηρος. Πάντες διεφθαρμένοι εἰσίν. Ἀντὶ τοῦ, κίβδηλοι, οὐδὲν δόκιμον ἔχοντες. κθʹ. Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός· ἐξέλιπε μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Ἀργυροκόπον καλεῖ τὸν παιδευτικὸν λόγον· πῦρ δὲ καὶ μόλιβδον τὴν τιμωρίαν αὐτήν· φυσητῆρα δὲ, τὴν θείαν ἀπόφασιν, δι' ἧς ἡ τιμωρία προσφέρεται. Εἰώθασι δὲ καὶ οἱ τοῦ ἀργύρου τεχνῖται, τὸν ἄργυρον καθαίρειν βουλόμενοι, μόλιβδον ἐπιβάλλειν, ὥστε διὰ τούτου δαπανῆσαι τὸ κίβδηλον. Λέγει τοίνυν ὁ Δεσπότης, ὅτι Παντοδαπαῖς ἐχρησάμην μεθόδοις, μεταβαλεῖν αὐτοὺς θέλων, καὶ διαφόρους παιδείας ἐπήνεγκα, καὶ ἀνιάτως διάκεινται. Ὅθεν ἐπάγει·