Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.549
Not analysed yet
λʹ. Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός. Ἐπέμεινε τῇ τροπῇ. Οὐδεμία, φησὶ, μηχανὴ τῆς τούτων πονηρίας περιεγένετο· ταῦτα δὲ λέγει, οὐ τῆς φύσεως κατηγορῶν, ἀλλὰ τῆς προαιρέσεως· τῆς γὰρ φύσεως αὐτὸς ποιητὴς, οὐκ ἂν δὲ ἧς ἐποίησε κατηγόρησε· τῆς δὲ προαιρέσεως ἐκεῖνοι δημιουργοί. ΚΕΦΑΛ. Ζʹ. Μετὰ ταῦτα διδάσκει ὁ προφήτης ὡς ἐκελεύθη στῆναι μὲν ἐν ταῖς πύλαις τοῦ θείου νεὼ, πᾶσι δὲ τοῖς εἰσιοῦσι τὸν προφητικὸν λόγον προσενεγκεῖν· εἶχε δὲ οὗτος συμβουλὴν, καὶ ὑπόσχεσιν ἀγαθῶν. γʹ. Διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. Κατηγορεῖ δὲ καὶ τῆς ψευδοῦς προφητείας. δʹ. Μὴ πεποίθατε γὰρ, φησὶν, ἐφ' ἑαυτοῖς, ἢ ἐπὶ λόγοις ψευδέσιν· ὅτι παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες, Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Ἐξαπατῶντες γὰρ αὐτοὺς ἔλεγον, Πῶς δυνατόν τινα τοῦ θείου μὲν νεὼ περιγενέσθαι; Αὐτὸς δὲ αὐτοῖς παρεγγυᾷ μὴ τούτοις τοῖς λόγοις θαῤῥεῖν· ἀλλ' ἀσπάσασθαι τὴν ἐπὶ τὸ κρεῖττον τοῦ βίου μεταβολὴν, καὶ κρίσεις φοβεῖσθαι, καὶ κηδεμονίας ἀξιῶσαι τοὺς ταύτης δεομένους, καὶ παύσασθαι τῆς προτέρας μιαιφονίας, καὶ τῆς τῶν εἰδώλων θεραπείας. Ταῦτα γὰρ, φησὶ, ποιοῦντες, οὐκ ἔσεσθε μέτοικοι, ἀλλ' ἐπὶ τῆς πατρῴας μενεῖτε γῆς. Τἀναντία δὲ τολμῶντες, καὶ διὰ πάσης παρανομίας ὁδεύοντες, τρυγήσετε καταλλήλους τῶν ἐπιτηδευμάτων καρπούς· οὐ γὰρ εἰς τὴν ψευδῆ μεταμέλειαν ἀποβλέπω, ἀλλ' οὐδὲ τῶν ψευδῶν ἀνέχομαι λόγων· ὁρῶ γὰρ ἅπαντα τὰ γινόμενα. «Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἑώρακα, λέγει Κύριος.» Οὐκ ἀνέξομαι δὲ οὐδὲ τὸν ἀφιερωμένον μοι οἶκον λῃστῶν εἶναι καταγώγιον. Εἶτα ἀπὸ τῶν γεγενημένων πιστοῦται τὰ εἰρημένα. ιβʹ. Ὅτι πορεύθητε εἰς τὸν οἶκόν μου τὸν ἐν Σιλὼμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραήλ. Ὁ Σιλὼμ χωρίον ἐστὶν ἐν ταῖς δέκα φυλαῖς διακείμενον· τῶν δὲ Ἀσσυρίων ἐπιστρατευσάντων ἐκείναις, ἠφανίσθη καὶ τοῦτο. Παρακελεύεται τοίνυν ὁ Δεσπότης, μὴ τῷ ναῷ θαῤῥεῖν, ἀλλὰ τῇ κατὰ νόμον ζωῇ. Οὗ δὴ χάριν ἐπάγει, ὅτι καὶ ὁ οἶκος τὰ αὐτὰ πείσεται καὶ αὐτοὶ τὴν τῶν ἀδελφῶν αὑτῶν δέξονται τιμωρίαν. ιεʹ. Ἀποῤῥίψω γὰρ ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, ἅπαν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Ἀπαγορεύει δὲ καὶ τῷ