Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.552
Not analysed yet
προφήτῃ μηδεμίαν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγκεῖν. «Οὐ γὰρ ἀκούσομαί σου, φησί» Καὶ διδάσκων, ὡς δικαίως αὐτοὺς ἀποστρέφεται, ἐπήγαγεν· ιζʹ, ιηʹ. Ἦ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς διόδοις Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με. Οἳ ἔνδον εἶχον ἀσταφίδας, καὶ φοίνικας, καὶ ἕτερά τινα τοιαῦτα, ταῦτα δὲ τοῖς εἰδώλοις προσέφερον. Περὶ τούτων δὲ καὶ δι' ἑτέρου προφήτου φησί· «Καὶ ἐφίλουν πέμματα μετὰ σταφίδων.» Λέγει τοίνυν τῷ προφήτῃ, Μὴ δυσχεράνῃς, ὡς μὴ πείθων με τῇ πρεσβείᾳ. Σοῦ γὰρ ἀντιβολοῦντος ἐκεῖνοι παροξύνουσι πανδημεὶ τῆς τῶν δαιμόνων θεραπείας φροντίζοντες. Ἔπειτα δείκνυσιν, ὡς αὐτὸς μὲν οὐδεμίαν ἐκ τῆς τούτων παρανομίας δέχεται βλάβην, αὐτοὶ δὲ διὰ ταύτης ἐπισπῶνται τὸν ὄλεθρον. Καί φησι· ιθʹ. Μὴ ἐμὲ παροργίζουσι, λέγει Κύριος, οὐχὶ ἑαυτοὺς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν; Λέγει δὲ καὶ τῆς αἰσχύνης τὸν τρόπον· ἀπειλεῖ γὰρ, οὐ μόνον ἀνθρώπων ὄλεθρον, ἀλλὰ καὶ κτηνῶν, καὶ φυτῶν διαφθορὰν, καὶ γῆς ἐρημίαν· ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν. καʹ, κβʹ, κγʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ· Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ λόγου ὁλοκαυτωμάτων, καὶ θυσιῶν. Ἀλλ' ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων· Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύσεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἐντέλλομαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. Δέδεικται δὲ καὶ διὰ τούτων, ὡς τοῦ νόμου τὰ περιττὰ προσετέθη διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν. Ἐπειδὴ γὰρ ἔμαθον ἐν Αἰγύπτῳ θύειν εἰδώλοις, ἐκείνων αὐτοὺς ἀποστῆσαι βουλόμενος (διὰ πάντων γὰρ αὐτὰ ἐκβάλλει τῶν προφητῶν ἀλλὰ) τῇ τούτων ἀσθενείᾳ συγκαταβαίνων, τὸ, «Φάγετε κρέα, φησὶν, ἀντὶ τοῦ, Καὶ τὰς θυσίας ἐκβάλλων, οὐ κωλύσω ὑμᾶς μεταλαμβάνειν κρεῶν. Καὶ γὰρ ἐν τῷ