Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.553
Not analysed yet
νόμῳ διαγορεύει, τοὺς βουλομένους ἐν ταῖς ἑαυτῶν πόλεσιν ἢ κώμαις κρεῶν μεταλαβεῖν, «θῦσαι καὶ ἐκχέαι τὸ αἷμα ἐπὶ τὴν γῆν, καὶ μεταλαβεῖν» οὐχ ὡς ἱερείων, ἀλλ' ὡς κρεῶν κοινῶν. Ἱερουργεῖν γὰρ ἔξω τοῦ νενομισμένου διεκώλυσε τόπου. Οὗ δὴ χάριν λέγει· «Φάγεσθε αὐτὰ ὡς δορκάδα καὶ ἔλαφον,» τουτέστιν, ὡς ἐκεῖνα τὰ τῷ θυσιαστηρίῳ μὴ προσφερόμενα. Ἔπειτα διηγεῖται καὶ τὴν τῶν πατέρων αὐτῶν ἀπείθειαν, ὅτι ταῦτά μου συμβουλεύοντος· κδʹ. Ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς. Διδάσκει δὲ καὶ τοὺς βλαστήσαντας ἐντεῦθεν καρπούς. Καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν, καὶ οὐκ εἰς τὰ ἔμπροσθεν. (κεʹ.) Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης. Παρεδόθησαν γὰρ διὰ τὴν οἰκείαν παρανομίαν, ποτὲ μὲν Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε Μαδιηναίοις, πολλάκις δὲ ἀλλοφύλοις. Ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν κηδεμονίαν· οὐ γὰρ διέλιπον, φησὶ, διηνεκῶς αὐτοῖς διὰ τῶν προφητῶν διαλεγόμενος, καὶ τὰ κρείττω προτρέπων· καὶ διέμειναν ἀντιλέγοντες, καὶ χείρους ἐγένοντο τῶν πατέρων, οἳ ἐξ ἐκείνων ἀντιλέγουσι λόγοις· ἔλεγξον δὲ ὅμως αὐτοὺς διαῤῥήδην, καὶ εἰπέ· κηʹ. Τοῦτο τὸ ἔθνος, οἳ οὐκ ἤκουσαν τῆς φωνῆς τοῦ Θεοῦ Κυρίου αὐτῶν, οὐδὲ ἐδέξαντο παιδείαν. Ἔστι δὲ ἡ αἰτία τῆς ἀπειθείας, «Ἐξέλιπεν ἡ πίστις, καὶ ἐξῆρται ἐκ στόματος αὐτῶν.» Εἶτα θρηνῆσαι παρακελεύεται, καὶ πενθῆρες σχῆμα λαβεῖν, καὶ τὴν κεφαλὴν ἀποκεῖραι, ὡς ἀποδοκιμασθέντος τοῦ ἐκλεγέντος λαοῦ. Καὶ δεικνὺς, ὡς δίκαιος ὁ θυμὸς, τὸ μέγιστον ὄνομα τῆς ἀσεβείας παραγυμνοῖ. λʹ. Ἔταξαν πολλοὶ γὰρ, φησὶ, τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, τοῦ μιάναι αὐτόν. Τοῦτο τετόλμηκε Μανασσῆς, ὁ τοῦ Ἐζεκίου υἱός· ἐζήλωσαν δὲ καὶ οἱ μετὰ ταῦτα τὴν τολμηθεῖσαν ἀσέβειαν. Καὶ μάρτυς ὁ θεῖος Ἐζεκιὴλ, πνευματικῶς μὲν ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἱερουσαλὴμ ἀπαχθεὶς, ἐν δὲ τῷ ναῷ τὰς τοιαύτας παρανομίας εἰρηκὼς τεθεᾶσθαι· αἰτιᾶται δὲ αὐτοὺς, ὡς καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας ὁλοκαυτοῦντας τοῖς δαίμοσιν. «Τοῦτο δὲ, φησὶν, οὐκ ἐνετειλάμην αὐτοῖς, οὐδὲ διενοούμην ἐν τῇ καρδίᾳ μου.» Ὁ γὰρ τὰς τῶν ἀλόγων θυσίας διὰ τὴν τούτων ἀσθένειαν γίγνεσθαι συγχωρήσας, πῶς ἂν ἠνεσχόμην περὶ τῆς τοιαύτης νομοθετῆσαι μιαιφονίας; Τὸν δὲ βωμὸν τοῦ Ταφὲθ, εἰδώλου τινὸς οὕτω καλουμένου λέγει. Ἑρμηνεύεται δὲ σύγκλεισμα, ἢ κατάβρωσις. Ἐν δὲ τούτῳ τῷ χωρίῳ πλῆθος αὐτῶν ἀναιρεθήσεσθαι λέγει, καὶ προτεθήσεσθαι βορὰν καὶ θοίνην οἰωνοῖς καὶ θηρίοις· καὶ μέντοι καὶ τὴν