Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.556
Not analysed yet
προσηγορίαν μετατεθήσεσθαι, καὶ μηκέτι φάραγγα τοῦ υἱοῦ Ἐννὼμ, ἀλλὰ φάραγγα τῶν ἀνῃρημένων κληθήσεσθαι· προλέγει δὲ, ὅτι πάσης εὐφροσύνης ἡ πόλις ἔρημος γενήσεται. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Καὶ ὅτι ἐπελθόντες Βαβυλώνιοι οὐ μόνον τοὺς ζῶντας σφαγῇ παραδώσουσιν, ἀλλὰ καὶ τοῖς πάλαι τεθνεῶσιν ἱερεῦσι καὶ βασιλεῦσιν ἐμπαροινήσουσι, καὶ τοὺς τάφους ἀνορύξαντες, ἄταφα ὀστᾶ καταλείψουσιν, ὥστε προκεῖσθαι ἡλίῳ, καὶ σελήνῃ, καὶ τοῖς ἄστρασιν. Ὧν, φησὶ, τὴν λατρείαν ἠγάπησαν, καὶ τῆς παρὰ τούτων ἐπικουρίας οὐ τεύξονται. γʹ. Ὅτι εἵλοντο, φησὶ, τὸν θάνατον, ἢ τὴν ζωήν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια διὰ πλειόνων εἰπὼν, πάλιν ὀρέγει χεῖρα, μετανοεῖν παραινῶν. δʹ. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Εἶτα ἀπειθοῦσιν ἐπιτιμᾷ εʹ. Διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος καὶ Ἱερουσαλὴμ ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὑτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι; Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς οὐ φύσεως, ἀλλὰ προαιρέσεως ἔργον ἡ πονηρία. Μετὰ ταῦτα τῆς ἀμετανοήτου γνώμης κατηγορεῖ. ϛʹ. Λέγουσι γὰρ, φησὶν, Οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὑτοῦ, λέγων· Τί ἐποίησα; Οὗτος ὁ λογισμὸς τῆς διηνεκοῦς πονηρίας γεγένηται πρόξενος· τοῦτο γὰρ τὰ ἐπαγόμενα δηλοῖ. «Διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὑτοῦ, ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὑτοῦ.» Τοῦτο δὲ ὁ Σύρος οὕτως ἡρμήνευσε· «Πάντες τῇ γνώμῃ αὑτῶν πορεύονται, ὡς ἵππος ὁρμῶν εἰς πόλεμον.» Τὸν γὰρ θεῖον καταλιπόντες νόμον, τοῖς ἑαυτῶν ἕπονται λογισμοῖς. Κατὰ μέντοι τὴν Ἑλλάδα φωνὴν, νοητέον ὅτι καὶ τοῦ δρόμου οὐκ ἔστι καιρὸς καὶ κόρος· καὶ γὰρ ἵππος ὁρμῇ χρώμενος, καὶ χρεμετισμῷ, μετὰ τὸν κόπον ἱδροῖ· οὗτοι δὲ κόρον οὐκ ἔλαβον τῶν κακῶν. Ταύτῃ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ. ζʹ. Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὑτῆς· τρυγὼν, καὶ τέττιξ, καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιροὺς εἰσόδων αὑτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ ῥήματα Κυρίου. Ἀπὸ τῶν ἀλόγων τὴν κατηγορίαν ηὔξησεν· οἶδε γὰρ, φησὶ, τὰ πετεινὰ τῶν ὡρῶν τὴν διαφοράν· καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ μεταβαίνει, φύσει τὸ χρειῶδες εὑρίσκοντα· οὗτοι δὲ, λόγου μεταλαχόντες, τοῦ νόμου τὴν ὠφέλειαν οὐ δρέπονται. Ἡ μέντοι ἀσίδα, ὄρνεόν ἐστι· τινὲς δέ φασι τὸν ἰκτῖνον οὕτω καλεῖσθαι.