Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.557
Not analysed yet
ηʹ. Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἔστι μεθ' ἡμῶν; Ἀνοίας ἐσχάτης τὸ τῆς οἰκείας παραφροσύνης αἴσθησιν μὴ λαμβάνειν, μηδὲ παρανομοῦντας εἰδέναι τὴν ἁμαρτίαν· «Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν.» Σχοῖνον καὶ σχοίνισμα τὴν κληρονομίαν πολλάκις καλεῖ· λέγει δὲ ταύτην μηδὲν ἀπὸ τῶν τοῦ νόμου γραμμάτων ὠφελεῖσθαι, διὰ τὸ ἠγαπηκέναι τὸ ψεῦδος. Τούτου χάριν, φησὶ, καταισχυνθήσονται οἱ σοφοὺς ἑαυτοὺς ὀνομάζοντες. ιʹ. Καὶ δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις. Κληρονόμους τοὺς πολεμίους ἐκάλεσεν, ὡς τῆς ἐκείνων κτήσεως δεξαμένους τὴν δεσποτείαν. Τοῦτο δὲ λέγει ποιήσειν, διὰ τὴν κοινὴν πάντων παρανομίαν ἱερέων τε καὶ ψευδοπροφητῶν, οἳ τὴν εἰρήνην ἐπαγγελλόμενοι, μετανοεῖν ἐκώλυον τὸν λαόν. Ἀπειλεῖ δὲ αὐτοῖς καὶ ἀκαρπίαν γῆς, καὶ δειλίαν, καὶ φυγήν. Ὄφεις δὲ θανατοῦντας αὐτοὺς καλεῖ τοὺς πολεμίους, οἷς οὐκ ἔστι, φησὶν, ἐπᾷσαι· ταῖς γὰρ ἡμετέραις οὐκ εἴκουσι παρακλήσεσιν. Εἶτα καὶ τὴν αἰχμαλωσίαν προλέγει. ιθʹ. Ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν. Ἔπειτα κατ' ἐρώτησιν· «Μὴ Κύριος οὐκ ἔστιν ἐν Σιὼν, ἢ βασιλεὺς αὐτῆς οὐκ ἔστιν ἐκεῖ;» Πανταχοῦ, φησὶ, πάρεστιν ὁ τῶν ὅλων Θεός· τί δήποτε τοίνυν αὐτοὺς τοῖς πολεμίοις παρέδωκε; «Διότι παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὑτῶν, καὶ ἐν ματαίοις ἀλλοτρίοις.» Τούτων, φησὶν, αἰτία τῶν κακῶν ἡ παρὰ τὸν νόμον ὑμῖν ἐγένετο πολιτεία, καὶ ἡ δυσσεβὴς τῶν εἰδώλων λατρεία. κʹ. Διῆλθε θέρος, καὶ παρῆλθεν ἀμητὸς, καὶ ἡμεῖς οὐ διεσώθημεν. Τὸν μακρὸν τῆς πολιορκίας χρόνον, καὶ τὴν ἑβδομηκοντοῦτιν δουλείαν διὰ τούτων δεδήλωκεν. Ἡμᾶς δὲ προσήκει τὴν τούτων παιδείαν ἀφορμὴν ὠφελείας ποιήσασθαι. Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, «Εἰς ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν·» ἧς ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Γʹ. καʹ. Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου συνετρίβην. Ἐσκοτώθην ἀπορίᾳ ἐγώ· κατίσχυσάν με ὠδῖνες, ὡς τικτούσης. Ὁ προφήτης ὀδύρεται καὶ τὰς τολμηθείσας ὑπὸ τοῦ λαοῦ παρανομίας, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς τούτων ἕνεκα