Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.560
Not analysed yet
συμφορὰς διηγεῖται. Θυγατέρα δὲ λαοῦ τὴν πόλιν καλεῖ· αὐτοὶ γὰρ αὐτὴν ᾠκοδόμησαν· συντριβὴν δὲ, τὴν ἐκ τῆς ἁμαρτίας πληγήν. κβʹ. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατροὶ οὐκ εἰσὶν ἐκεῖ; Διατὶ οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Ἰατροὺς καλεῖ τοὺς ἱερέας, ῥητίνην δὲ τροπικῶς τὴν πνευματικὴν διδασκαλίαν. Γαλαὰδ δὲ πόλις ἦν ἱερατική· ἐπιμέμφεται τοίνυν, ὅτι καὶ ἱερέων ὄντων, καὶ νομικῶν ἐνταλμάτων, ἐπέμεινεν ἡ πόλις πλημμελοῦσα, καὶ μεταμέλειαν οὐκ ἐδέξατο. ΚΕΦΑΛΑΙΟΝ Θʹ. Οὗ δὴ χάριν ὁ θεῖος προφήτης δακρύων αἰτεῖ πηγὴν ἀποχρῶσαν τῷ πάθει, ὥστε νύκτωρ καὶ μεθ' ἡμέραν ἀποδύρεσθαι τὰ τῶν ὁμοφύλων κακά. Αἰτεῖ δὲ καὶ ἐσχατιάν τινα ἔνδον ἐν τῷ τέρματι τῆς ἐρήμου, κἀκεῖ διάγειν ἐφίεται· ὥστε μηδὲ ἀκούειν τῶν ὑπὸ τοῦ λαοῦ τολμωμένων κακῶν. Ἅπαντες γὰρ, φησὶ, τοὺς ἀλλήλων διορύττουσι γάμους, καὶ σύλλογός ἐστι πᾶσαν παρανομίαν τολμῶν· τοῦτο γὰρ λέγει «Σύνοδος ἀθετούντων.» γʹ. Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὑτῶν ὡς τόξον. Δόλον ῥάπτοντες, συκοφαντίαν ὑφαίνοντες, τῷ πλησίον ἐπιβουλεύοντες· τοῦτο γὰρ λέγει· «Ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν κακὰ ἐξῆλθον.» Τὸ ἀμετάβλητον τῆς πονηρίας διὰ τούτων ἐδήλωσε· τὰ γὰρ κακὰ, φησὶ, κακὰ διαδέχεται· αἰτία δὲ τούτων ἡ τῶν θείων ἀμέλεια. Τοῦτο γὰρ προστέθεικεν· «Καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος.» Καὶ σαφέστερον δεικνὺς τὴν ἐμπολιτευομένην αὐτοῖς πονηρίαν, παραινεῖ μήτε φίλῳ θαῤῥῆσαι, μήτε μὴν ἀδελφῷ· καὶ τούτων κἀκείνων ἐξαπάτῃ καὶ δόλῳ κεχρημένων, καὶ ἀληθείας γεγυμνωμένων. Προστίθησι δὲ τῇ κατηγορίᾳ καὶ τὸν τόκον, ὡς παρὰ τὸν νόμον τολμώμενον. ϛʹ. Τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ. Καὶ πάλιν τῆς τοῦ Θεοῦ καταφρονήσεως μέμνηται. Οὐκ ἠθέλησαν εἰδέναι με, φησὶ Κύριος. (ζʹ.) Διὰ τοῦτο τάδε λέγει Κύριος τῶν δυνάμεων· Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς. Πύρωσιν ἐνταῦθα καὶ δοκιμασίαν τὸν πόλεμον κέκληκε, καὶ τὰ ἐκεῖθεν φυόμενα. Οὕτω καὶ ὁ θεῖος Δαβὶδ ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι· «Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἀλλ' ἐκεῖνα τῶν εὐσεβῶν ἔφη τὸ τάγμα· πυρωθέντες γὰρ ἀνεφάνησαν δόκιμοι· ἐνταῦθα δὲ ἡ πύρωσις ἐλέγχει τὸ κίβδηλον. Διέξεισι δὲ καὶ τῆς πονηρίας τὰ εἴδη, καὶ βολίδι μὲν ἀπεικάζει τὴν γλῶσσαν, δόλου