Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.561
Not analysed yet
δὲ πλήρεις εἶναι λέγει τοὺς λόγους. Εἰρηνικὰ γὰρ, φησὶ, φθέγγονται, δόλια δὲ βουλεύονται. θʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ἄτοπον γὰρ τὸν τοιοῦτον κριτὴν ἀτιμώρητον τὴν τοσαύτην πονηρίαν καταλιπεῖν. Ἐπίσκεψιν γὰρ τὴν τιμωρίαν ἐκάλεσε· τὸ δὲ «ἡ ψυχή μου» κατὰ τὸ ἀνθρώπειον τέθεικεν ἔθος· οὐ γὰρ δὴ ἐκ σώματος καὶ ψυχῆς τὸ θεῖον συνῆκται· ἀσύνθετον γάρ ἐστι, καὶ ἁπλοῦν, καὶ ἀνείδεον Ὡς ἀκούειν δυνάμεθα, φθέγγεται. Εἶτα τούτοις αὐτοῖς παρακελεύεται, καὶ τῶν ὁδῶν καὶ ὀρῶν θρηνῆσαι τὴν ἐρημίαν. Οὐ γὰρ μόνον, φησὶ, τῶν ἀνθρώπων ἐστέρηνται, ἀλλὰ καὶ τῶν κτηνῶν, καὶ τῶν πετεινῶν. Τοῖς γὰρ οἰκουμένοις χωρίοις ἐμφιλοχωρεῖ τὰ πετεινά· ἐν δὲ ταῖς ἐρήμοις καὶ τούτων ἡ σπάνις πολλή. Ἀπειλεῖ δὲ καὶ τὴν αἰχμαλωσίαν, καὶ τῆς πόλεως τὴν ἐρημίαν, καὶ γενήσεσθαι αὐτὴν λέγει κατοικητήριον δρακόντων. Τὰ γὰρ τοιαῦτα θηρία παρόντων μὲν ἀνθρώπων συνεχῶς ἀναιρεῖται· ἀπόντων δὲ αὔξεται καὶ πλείονα γίνεται. ιβʹ. Τίς ἄνθρωπος ὃς σοφὸς, καὶ συνήτω ταῦτα, καὶ ὁ λόγος στόματος Κυρίου πρὸς αὐτόν; ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν. Τοῖς τῆς θείας ἠξιωμένοις χάριτος ἐλέγχειν κελεύει, καὶ τῆς ἐρημίας τὰς αἰτίας διδάσκειν· καὶ αὐτὸς δὲ τοῦτο ποιεῖ, καὶ λέγει αὐτοῖς καταλιπεῖν μὲν τὸν ἐπὶ σωτηρίᾳ δεδομένον νόμον, τοῖς δὲ ματαίοις χρήσασθαι λογισμοῖς, καὶ τῶν εἰδώλων προελέσθαι τὴν θεραπείαν. ιεʹ. Διὰ τοῦτο ἐγὼ ψωμίζω αὐτοὺς ἄρτον ἀνάγκης καὶ ποτίσω αὐτοὺς ὕδωρ χολῆς. Τὴν πικρὰν καὶ ἀνιαρὰν ζωὴν διὰ τούτων δεδήλωκε. ιϛʹ. Καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, ἐν οἷς οὐκ ἐγίνωσκον αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν· καὶ ἐξαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν, ἕως οὗ ἐξαναλώσω αὐτοὺς ἐν αὐτῇ. Δύο διὰ τούτων δεδήλωκε τιμωρίας, τὴν ἐν πολέμῳ σφαγὴν, καὶ τὴν ἐν αἰχμαλωσίᾳ ζωήν· τοὺς γὰρ τὸν πόλεμον διαφυγόντας δορυαλώτους ἀπήγαγον. Ἐπαύξων δὲ αὐτοῖς τὸ δέος, κελεύει καὶ τὰς θρηνούσας κληθῆναι, καὶ δακρύων ἀφιέναι κρουνούς. Παρεγγυᾷ δὲ καὶ ταῖς γυναιξὶν, ὡς οὐκέτι χώραν ἐχούσης τῆς εὐφροσύνης, διδάσκειν θρηνῆσαι τὰς θυγατέρας· ἐπάγει δὲ καὶ τῶν θρήνων τὴν αἰτίαν. καʹ. Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν· εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν, τοῦ ἐκτρίψαι νήπια ἔσωθεν, καὶ νεανίσκους ἀπὸ τῶν πλατειᾶν.