Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.564
Not analysed yet
Θυρίδας καλεῖ τῆς πλάνης τὰς ἐπινοίας· δι' ἐκείνων γὰρ τὴν πλάνην ἐδέξαντο, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν πληγήν. Οὐκ ἂν δέ τις ἁμάρτοι θυρίδας τῆς ψυχῆς ὀνομάσας τὰ τοῦ σώματος αἰσθητήρια, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν, καὶ ἁφήν· διὰ τούτων γὰρ δυνατὸν, καὶ ζωὴν, καὶ θάνατον εἰσελθεῖν. Ὁ μὲν γὰρ σωφρόνως βλέπων καρποῦται ζωὴν, ὁ δὲ ἀκολάστως, δρέπεται θάνατον· καὶ ἡ ἀληθεύουσα γλῶττα προξενεῖ τῆς ψυχῆς σωτηρίαν, ἡ δὲ ψευδομένη τὸν ὄλεθρον πραγματεύεται· καὶ τ' ἄλλα δὲ ὁμοίως καταμαθεῖν εὐπετές. κβʹ. Τάδε λέγει Κύριος· Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. Πολλῆς ὠφελείας ἔσται πρόφασις τὰ εἰς ὑμᾶς γινόμενα· τοῦτο γὰρ λέγει παράδειγμα· τὸ δὲ, «Ὡς χόρτος ὀπίσω θερίζοντος,» δηλοῖ τὸ ἄφατον τῶν νεκρῶν· ἐπειδὴ δὲ ἦσάν τινες ἐν αὐτοῖς, οἱ μὲν αὐχοῦντες ἐπὶ πλούτῳ, οἱ δὲ ἐπὶ σοφίᾳ, ἄλλοι δὲ ἐπὶ ῥώμῃ σώματος, παραινεῖ μὴ ἐπὶ τούτοις σεμνύνεσθαι, ἀλλ' ἐπὶ θεογνωσίᾳ, καὶ πράξει δικαίᾳ· ἐπειδὴ δὲ καὶ ἐπὶ τῇ περιτομῇ μέγα ἐφρόνουν, τὴν ὀφρὺν αὐτῶν καταστέλλων, δείκνυσι καὶ ἄλλα ἔθνη πλεῖστα περιτεμνόμενα· προλέγει δὲ καὶ τὴν ἐσομένην αὐτῶν κλῆσιν καὶ σωτηρίαν. κεʹ, κϛʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὑτῶν. Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ τοὺς υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάντας τοὺς περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ. Ἰδουμαῖοι μὲν ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, κατὰ τὸν δοθέντα τῷ Ἀβραὰμ περιετέμνοντο νόμον· Ἀμμανῖται δὲ, καὶ Μωαβῖται, ὡς γειτνιάζοντες ἐζήλωσαν τὴν συγγένειαν· οἱ δὲ ἀπὸ τοῦ Ἰσμαὴλ καὶ τῆς Χετούρας, κατὰ τὸν προγονικὸν καὶ αὐτοὶ περιετέμνοντο νόμον· αὐτοὺς οὖν καλεῖ περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν· εἰώθασι γὰρ τῶν παρειῶν παρατίλλειν τὰς τρίχας· Αἰγυπτίους δὲ ἡ τοῦ λαοῦ προσενοίκησις ἐδίδαξε τὴν περιτομήν· συνῆψε δὲ αὐτοῖς τὸν Ἰούδαν, καταστέλλων τὸν τύφον. Ἐν δέ γε τοῖς ἑξῆς μείζονα αὐτῶν ποιεῖται κατηγορίαν· «Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὑτῶν.» Διδάσκει τοίνυν καὶ τὰ παλαιὰ Γράμματα, καὶ τῆς πνευματικῆς περιτομῆς τὸ ὠφέλιμον, καὶ τὸ τῆς σωματικῆς ἀκροβυστίας ἀνείδεον. Οὐ γὰρ τῶν ἀπεριτμήτων ἐθνῶν κατηγόρησεν· ἀλλ' Ἰουδαίων τὸ μὲν σῶμα περιτεμνομένων, ἀπερίτμητον δὲ τὴν καρδίαν ἐχόντων.