Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.565
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ Ιʹ. βʹ. Τάδε λέγει Κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Ὁδοὺς ἐθνῶν τὴν παλαιὰν καλεῖ πλάνην· τὴν δὲ ἀστρονομίαν καὶ ἀστρολογίαν, σημεῖα τοῦ οὐρανοῦ κέκληκεν, οἷς ἀκολουθεῖν οὐκ ἐᾷ, ἀλλὰ τῷ τοῦ οὐρανοῦ πιστεύειν Δεσπότῃ. Κωμῳδεῖ δὲ καὶ τὴν τῶν εἰδώλων κατασκευὴν, καὶ λέγει τὰ μὲν ἐκ ξύλου, τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου κατεσκευᾶσθαι καὶ δεῖσθαι σφύρας, καὶ ἥλων, καὶ τῶν ἄλλων ὀργάνων· δεῖσθαι δὲ καὶ τέχνης, καὶ χειρῶν τῶν ταῦτα ἐπισταμένων· καὶ ὅτι τὸ μὲν ἀργύριον ἐκ τῆσδε μεταλλεύεται, τὸ δὲ χρυσίον ἐκ τῆσδε. Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ· ἐπαινεῖται δὲ μάλιστα οὗτος ὁ ἄργυρος· ἀμέλει καὶ νῦν οἱ φιλόπλουτοι τὸν Ἄφρον ἐπιζητοῦσι. Ταῦτα τοίνυν τοιαύτην ἔχοντα τὴν φύσιν οὐ δίκαιον εὐλαβεῖσθαι· ὠφελεῖν γὰρ ἢ βλάπτειν οὐ δύνανται. Οὕτω καταγέλαστα δείξας ὁ προφήτης τὰ εἴδωλα, ὕμνον ὑφαίνει τῷ τῶν ὅλων Θεῷ. «Πόθεν ὅμοιός σοι, Κύριε; Μέγας εἶ σὺ, καὶ μέγα τὸ ὄνομά σου ἐν δυνάμει.» ζʹ. Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν; Κατέλυσεν ἐνταῦθα τῶν Ἰουδαίων τὸ φρόνημα. Οὐ γὰρ εἶπε· Μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἀλλὰ βασιλέα τῶν ἐθνῶν ἁπάντων ὠνόμασε τὸν τῶν ὅλων Θεὸν, τὴν ἐσομένην τοῖς ἔθνεσι θεογνωσίαν προλέγων. «Ὅτι ἐν πᾶσι τοῖς σοφοῖς τῶν ἐθνῶν, καὶ ἐν πάσαις ταῖς βασιλείαις αὐτῶν, πόθεν ὅμοιός σοι, Κύριε;» Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας. Καὶ ἐπανέρχεται πάλιν εἰς τὸν τοῦ Θεοῦ ὕμνον. ιʹ. Ὁ δὲ Κύριος ἀληθινὸς Θεός ἐστι, Θεὸς ζώντων, καὶ βασιλεὺς αἰώνιος. Τὰ εἴδωλα, φησὶν, οὐ ζῇ· ὁ δὲ Θεὸς καὶ ζωῆς χορηγὸς, καὶ ζώντων Θεὸς, καὶ αἰώνιος βασιλεύς. «Ἀπὸ παροξυσμοῦ αὐτοῦ σεισθήσεται ἡ γῆ, καὶ οὐχ ὑποίσουσιν ἔθνη ἐμβρίμησιν αὐτοῦ.» Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν.» Εἶτα κελεύει τοῖς καλουμένοις εἰπεῖν θεοῖς· ιαʹ. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς, καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. Θεοῦ γὰρ ἴδιον, τὸ δημιουργεῖν, οὐ τὸ ὑπ' ἄλλου δημιουργεῖσθαι. Εἰ