Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.568
Not analysed yet
τοίνυν κτιστὸς ὁ Υἱὸς, οὐ Θεός· εἰ δὲ δημιουργός ἐστι τῶν ὅλων καὶ ποιητὴς, ὄντως ἐστὶ Θεός· περὶ αὐτοῦ γὰρ καὶ τὰ ἐπαγόμενα ὁ προφήτης λέγει· ιβʹ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὑτοῦ, αὐτὸς ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ ἐν τῇ φρονήσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν. Ταῦτα Θεοῦ ἴδιον· οὐ τὸ ὑπ' ἄλλου κατασκευάζεσθαι. ιγʹ. Χορηγῶν γὰρ ὑετὸν, καὶ τῶν βροντῶν τοὺς κτύπους ἀποτελεῖ, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Μετεωρίζει γὰρ ὡς βούλεται τὸ θαλάττιον ὕδωρ, καὶ διὰ τούτου τὰ νέφη συνίστησιν. «Ἀστραπὰς εἰς ὑετὸν ἐποίησε.» Τοῦ ὑετοῦ γὰρ αὗται σημαντικαί. «Καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.» Θησαυροὶ αὐτοῦ τὸ βούλημα αὐτοῦ. «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγένετο· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν·» καὶ, «Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν, ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ.» Ὁ μὲν οὖν ἀληθινὸς Θεὸς τούτων ἁπάντων ἐστὶ δημιουργός. Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων εἰς ἀλογίαν ἐξέπεσαν, καὶ οἱ μὲν δημιουργοῦσι θεοὺς, οἱ δὲ προσκυνοῦσι τοῖς ὑπὸ τούτων γιγνομένοις. Προλέγει δὲ καὶ τῆς πλάνης τὴν παῦλαν· εἰρηκὼς γὰρ, ὅτι· ιεʹ. Μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα, τουτέστι τὰ εἴδωλα, ἐπήγαγεν· Ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται. Τὸ γὰρ ἀποστολικὸν κήρυγμα τὴν τούτων ἠφάνισε μνήμην παντελῶς· καὶ ὁρῶμεν τῆς προφητείας τὸ τέλος. ιϛʹ. Οὐκ ἔστι τοιαύτη ἡ μερὶς Ἰακώβ· ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. Κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Σὺ, φησὶν, οὐ ταύτην ἐδιδάχθης τὴν πλάνην· ἄνωθεν γάρ σε ἐξελεξάμην, καὶ διαφερόντως σε τῆς ἐμῆς κηδεμονίας ἠξίωσα. ιζʹ. Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς. Τὸν πατριάρχην ἐκ γῆς Χαλδαίων καλέσας εἰς τὴν Παλαιστίνην μετήγαγε, καὶ τὸ τούτου γένος εἰς τὴν Αἴγυπτον δουλεῦον ἐλευθερωθὲν ἐξήγαγε· τοῦτο οὖν καὶ ὁ προφητικὸς ἐδήλωσε λόγος· «Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς·» τουτέστιν, ἐκ τῶν ἄλλων ἐθνῶν ἐκλεξάμενός σε τὴν ἐκλεκτὴν γῆν ἐδωρήσατό σοι. ιηʹ. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην τὴν ἐν θλίψει, καὶ ἐκθλίψω αὐτοὺς, ὅπως ἐλεγχθῶσιν.