Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.569
Not analysed yet
Εἰ καλῶς ἔτρεχον, κατευθύνοντο. Ἐπειδὴ δὲ βλαβερὸς ὁ δρόμος, ἐπισκοτίζονται, ἵνα ἐπ' ὀλεθρίᾳ τρέχοντες παύσωνται. ιθʹ. Εὑρέθη οὐαὶ ἐπὶ συντρίμματί σου· ἀλγηρὰ ἡ πληγή σου. Σύντριμμα τὴν ἁμαρτίαν καλεῖ· οὐαὶ δὲ τὴν τιμωρίαν. Ἠκολούθησε, φησὶ, τῇ πονηρίᾳ σου ἡ τιμωρία, καὶ ἀλγηρὰν ἐδέξω πληγήν· εἶτα ἐκ προσώπου τῆς πόλεως συντίθησι θρῆνον, διδάσκων αὐτὴν ποίοις δεῖ χρήσασθαι λόγοις ὀδυρομένην πλημμελείας· καί φησιν· «Ὄντως τοῦτο τὸ τραῦμά ἐστι, καὶ κατέλαβέ με.» Ἀντὶ τοῦ, Ἡ πληγὴ τῆς ἁμαρτίας αἰτία μοι γέγονε τῶν κακῶν. κʹ. Ἡ σκηνή σου ἐταλαιπώρησεν· ὤλετο, καὶ πᾶσαι αἱ δέῤῥεις σου διεσπάρησαν. Σκηνὴν καλεῖ, οὐ μόνον τὸν θεῖον νεὼν, ἀλλὰ καὶ τὰς οἰκίας, καὶ τοὺς πύργους, καὶ τοὺς περιβόλους. «Οἱ υἱοί μου καὶ πρόβατά μου ἐξῆλθον ἀπ' ἐμοῦ, καὶ οὐκ εἰσίν· οὐκ ἔστι τόπος τῆς σκηνῆς μου, οὐ τόπος δέῤῥεών μου. Πάντων κατὰ ταυτὸν ἔρημος ἐγενόμην. Λέγει δὲ καὶ τῆς πονηρίας τοὺς διδασκάλους. καʹ. Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν. Ποιμένας καλεῖ τοὺς βασιλέας καὶ τοὺς ἱερέας· καὶ οὗτοι γὰρ κἀκεῖνοι τῆς πλάνης ἐγένοντο πρόξενοι. Διδάσκει δὲ ταῦτα σαφέστερον τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων ἡ ἱστορία. «Διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ αὐτῶν, ἀλλὰ διεσκορπίσθησαν.» Νομὴν ἐνταῦθα καλεῖ, οὐ τὴν πόαν, ἀλλὰ τὰ ποίμνια· καὶ λέγει, τὴν τῶν ποιμένων ἀφροσύνην αἰτίαν γενέσθαι τῆς τῶν προβάτων πλάνης. κβʹ. Φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται, καὶ σεισμὸς μέγας ἐκ γῆς βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν, καὶ κοίτην στρουθῶν. Στρουθοὺς τὰς μεγάλας λέγει τὰς Λιβύσσας, ἃς οἱ πολλοὶ στρουθοκαμήλους καλοῦσι· φιλέρημον γὰρ καὶ τοῦτο τὸ ζῶον. Εἶτα διδάσκει ὁ προφήτης, τίς ἄγει τὸν Ναβουχοδονόσορ. κγʹ. Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ· οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατορθώσει ὁδὸν αὐτοῦ, καὶ κατευθυνεῖ πορείαν αὐτοῦ. Οὐκ ἂν ἐκεῖνος, φησὶν, ὥρμησε καθ' ἡμῶν μὴ βουλομένου σου, Δέσποτα· εἰ δὲ καὶ ὥρμησεν, οὐκ ἂν κατώρθωσεν ἅπερ ἠθέλησε, τῆς σῆς δεξιᾶς ἡμῶν προμηθουμένης· οἶδα γὰρ οἷα Σεναχηρεὶμ πέπονθεν· ἀλλ' ἱκετεύομέν σε, μηδὲ ἐκεῖνον ἡμᾶς εἰσπράξαι