Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.572
Not analysed yet
δίκας τῆς ἀσεβείας· ἀλλ' αὐτόν σε παιδεῦσαι, καὶ πατρικὴν παιδείαν ἐπαγαγεῖν· τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει. κδʹ, κεʹ. Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ· ἵνα μὴ ὀλίγους ποιήσῃς ἡμᾶς. Ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ συνετέλεσαν αὐτὸν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν. Δῆλον τοίνυν καὶ ἐκ τῶν εἰρημένων, καὶ ἐκ τῶν ἐπαγομένων, ὡς τὸ, «Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ,» οὔτε φυσικῇ δουλείᾳ τὸ ἐλεύθερον ἡμῶν ὑποβάλλει τῆς γνώμης, οὔτε τῆς εἱμαρμένης ἀνάγκῃ τὰ καθ' ἡμᾶς ὑποτίθησιν· ἀλλὰ διαῤῥήδην ἡμᾶς διδάσκει, πῶς ὁ Δεσπότης Θεὸς κατέχει τοὺς οἴακας τοῦ παντὸς κόσμου, καὶ σοφῶς κυβερνᾷ, καὶ χορηγεῖ τὰ ἀγαθὰ, καὶ παιδεύει δικαίως, ὅταν ἐπὶ πλεῖστον μακροθυμήσας ἐπιμείναντας τῇ πονηρίᾳ θεάσηται. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Μετὰ ταῦτα παρακελεύεται πρὸς πάντα εἰπεῖν τὸν λαόν· γʹ, δʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης· ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς. Τοῦτο καὶ νομοθετῶν τῷ νόμῳ προστέθεικεν· ἔφη γάρ· «Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά·» ὑπισχνεῖται δὲ κἀκεῖ, καὶ πάλιν ἐνταῦθα, ὡς πάσης ἀξιώσει κηδεμονίας τοὺς τὰς θείας φυλάσσοντας ἐντολάς. Ἀναμιμνήσκει δὲ καὶ τῶν πρὸς τοὺς πατέρας αὐτῶν εἰρημένων, καὶ τῆς ἐκείνων ἀπειθείας. «Ἐξέκλιναν γὰρ, φησὶ, τὸ οὖς αὐτῶν, καὶ ἐπορεύθησαν ἀνὴρ ἐν τῇ εὐθύτητι τῆς καρδίας αὑτοῦ τῆς πονηρᾶς.» Εὐθύτητα δὲ ἐνταῦθα οὐ τὴν ὀρθότητα λέγει, ἀλλὰ τὴν ἐφεξῆς γεγενημένην πονηρίαν ἐν τῇ κακίᾳ· οὐ γὰρ ἀπετρέποντο ταύτης, ἀλλὰ διηνεκῶς αὐτὴν ὥδευον. «Καὶ ἐπήγαγον ἐπ' αὐτοὺς πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἧς ἐνετειλάμην αὐτοῖς ποιῆσαι, καὶ οὐκ ἐποίησαν.» Διαφόροις γὰρ τιμωρίαις αὐτοὺς ἐξέδωκε· ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε ἀλλοφύλοις ἐδούλευσαν. θʹ, ιʹ. Καὶ εἶπε Κύριος· Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ. Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὑτῶν τῶν προτέρων, οἳ οὐκ ἤθελον ἀκοῦσαι τῶν λόγων μου. Τὸ «Εὑρέθη σύνδεσμος,»