Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.573
Not analysed yet
ἀντὶ τοῦ, συνδεδεμένοι εἰσὶ, καὶ συμπεπλεγμένοι τοῖς πατράσι, καὶ τὴν ἐκείνων πορείαν ὁδεύουσι· τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων σημαίνει. «Καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς.» Ταῦτα δὲ δρῶσι τὴν δοθεῖσαν αὐτοῖς παραβαίνοντες διαθήκην. Οὗ δὴ χάριν παντοδαπαῖς αὐτοὺς περιβαλῶ συμφοραῖς, καὶ ὀδυρομένους οὐκ ἀξιώσω φειδοῦς· οὔτε μὴν παρὰ τῶν ὑπ' αὐτῶν θεραπευομένων θεῶν ἐπικουρίας τινὸς ἀπολαύονται. Λέγει δὲ καὶ τούτων τὸ πλῆθος. ιγʹ. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἐξόδων Ἱερουσαλὴμ, ἔταξαν βωμοὺς τῇ αἰσχύνῃ, θυσιαστήρια τοῦ θυμιᾷν τῇ Βάαλ. Διὰ τὴν ὑπερβολὴν τοίνυν τῆς ἀσεβείας τὸν προφήτην κωλύει τὴν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγκεῖν. ιδʹ. Μὴ εὔχου γὰρ, φησὶ, περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξιοῖς περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ· ὅτι οὐκ εἰσακούσομαί σου ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν τῷ καιρῷ τῆς κακώσεως αὐτῶν. Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ τὰς δεήσεις προσφέρουσι· διὰ τοῦτο καὶ ὁ προφήτης Δαβὶδ παρεγγυᾷ, λέγων· «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.» Ἐνταῦθα δὲ τὴν ἀνυπέρβλητον αὐτῆς ἀσέβειαν δείκνυσιν. ιεʹ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Ἀμφότερα τὴν ἐπίτασιν τῆς δυσσεβείας δηλοῖ, καὶ τὸ «ἠγαπημένην» κληθῆναι, καὶ τὸ ἔνδοθεν ἐν τῷ θείῳ νεῷ τῶν οὐκ ὄντων θεῶν τὰ ἰνδάλματα στῆσαι. «Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν ἀπὸ σοῦ τὰς κακίας σου; ἢ τούτοις διαφεύξῃ;» Σαφῶς ἡμᾶς ὁ προφητικὸς ἐδίδαξεν ὅρος καὶ λόγος, ὡς πρᾶξιν ἀγαθὴν ὁ Δεσπότης ζητεῖ· τοῦτο γὰρ καὶ ὁ θεῖος βοᾷ Δαβίδ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· σῶμα δὲ κατηρτίσω μοι.» Καὶ πάλιν· «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καὶ ἐπειδὴ ἠγαπημένην αὐτὴν ἐκάλεσε, λέγει πάλιν καὶ τὴν ἑτέραν αὐτῆς προσηγορίαν. ιϛʹ. Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου. Ταύτην δὲ τὴν προσηγορίαν ἐπέθηκεν ἐπὶ τὴν καρπογονίαν προτρέπων. Οὕτω καὶ ἄμπελον πολλάκις ὠνόμασεν. «Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν. Ἐπειδὴ ἐλαίαν ἐκάλεσε, καὶ καθάρσεως μέμνηται· περιτομὴν γὰρ καλεῖ τὴν κάθαρσιν· οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· «Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.» —»Μεγάλη ἡ θλίψις ἐπὶ σέ· ἠχρειώθη-