Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.576
Not analysed yet
σαν οἱ κλάδοι αὐτῆς.» Καρποὺς γὰρ ἀγαθοὺς ἐνεγκεῖν οὐκ ἠθέλησαν· καὶ διδάσκων ὡς οὐχ ὁ Βαβυλώνιος ἰσχυρὸς, ἀλλ' αὐτὸς αὐτῇ τὴν τιμωρίαν ἐπάγει, προστέθεικε καὶ ταῦτα· ιζʹ. Καὶ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ, ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ, καὶ οἴκου Ἰούδα· ὅτι ἐποίησαν ἑαυτοῖς τοῦτο, τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ. Αὐτὸς, φησὶν, ὁ φυτουργός σου τοὺς κλάδους ἐξέκοψε· σὺ δὲ τούτων αἰτία, οὐκ ὠφελίμους, ἀλλὰ δηλητηρίους βλαστήσασα καρπούς. Διδάσκει δὲ διὰ τῶν ἑξῆς ὁ προφήτης, οἷα κατ' αὐτοῦ τολμήσουσι, καὶ κατὰ τοῦ Δεσπότου Χριστοῦ. Ἐν αὐτῷ γὰρ κἀκεῖνα ἐσκιογραφήθη. ιηʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Ὅτι οὐ μόνον τὰ κατ' αὐτοῦ λέγει γεγενημένα, μαρτυρεῖ ἡ εὐχή· οὐκ ἀποκαλύψεως ἐδεῖτο εἰς τὸ ἰδεῖν τὰ τότε γιγνόμενα· εἰς αὐτὸν γὰρ ἐγένοντο· ἀλλ' ἡ ἀποκάλυψις προδείκνυσι τὰ ἐσόμενα. «Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν.» ιθʹ. Ἐγὼ δὲ, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Τὸ «οὐκ ἔγνων» τῷ προφήτῃ ἁρμόττει, ὡς οὐ προσδοκήσαντι τὰ λυπηρά· οὐ προσέσχεν ἀκριβῶς ταῖς Δεσποτικαῖς ὑποσχέσεσιν, ἀλλ' ἀκούσας· «Τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ, ὡς πόλιν ὀχυρὰν, καὶ ὡς στύλον σιδηροῦν, καὶ ὡς τεῖχος χαλκοῦν, «ἐνόμισε μηδαμῶς πειρᾶσθαι σκυθρωποῦ. Ὁ δὲ θεῖος λόγος οὐ τοῦτο ὑπέσχετο, ἀλλ' ὅτι Κρείττων ἔσῃ τῶν λυπηρῶν· «Πολεμήσουσι γὰρ, φησὶ, πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ· διότι ἐγώ εἰμι μετὰ σοῦ, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος·» τῷ δὲ Δεσπότῃ Χριστῷ καθ' ἑτέραν ἔννοιαν ὁ λόγος ἐστὶ πρόσφορος. Ὥσπερ γὰρ, φησὶν, ὁ ἀρνειὸς ἀγόμενος εἰς σφαγὴν οὐκ οἶδεν ὃ πείσεται, καὶ τοῖς ἄγουσιν ἕπεται καταδεξάμενος τὸ πάθος. «Ὅτι ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν, λέγοντες· Δεῦτε ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα αὐτοῦ ἔτι.» Τοῦτο τῷ προφήτῃ οὐθ' ὅλως ἁρμόττει· πῶς γὰρ οἷόν τε ἦν ξύλον ἐμβληθῆναι τῷ ἄρτῳ; Τῷ δὲ Δεσπότῃ Χριστῷ καὶ μάλα τῆς προφητείας ὁ λόγος προσήκει· ἄρτον γὰρ τὸ ἑαυτοῦ προσηγόρευσε σῶμα· «Ὁ ἄρτος γὰρ, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Τοῦτον τὸν ἄρτον ξύλῳ προσήλωσαν, νομίζοντες αὐτοῦ κατασβεννύναι τὴν μνήμην. Εἶτα ὁ προφήτης. κʹ. Σὺ δὲ, Κύριε τῶν δυνάμεων, ὁ κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς· ὅτι πρὸς σὲ