Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.577
Not analysed yet
ἀνεκάλυψα τὸ δικαίωμά μου. Νεφροὺς, ὡς πολλάκις εἰρήκαμεν, τοὺς λογισμοὺς ὀνομάζει· ἐπειδὴ τὸ ἐπιθυμητικὸν ἐν τοῖς νεφροῖς ὂν, ἀνακινεῖ πολλάκις τὸν λογισμόν. Οὐ μάτην μέντοι συνεχώρησεν ὁ Θεὸς τὸν προφήτην πειραθῆναι τῶν λυπηρῶν· ἀλλ' ἐπειδὴ πολλάκις ἐπεχείρησε τὰς ὑπὲρ τῶν παρανομούντων πρεσβείας προσενεγκεῖν, πεῖσαι βουλόμενος αὐτὸν μὴ ἑαυτὸν μὲν νομίζειν φιλάνθρωπον, τὸν δὲ τῆς ἀγαθότητος θησαυρὸν ἀπηνῆ, συνεχώρησε γενέσθαι τὴν ἐπανάστασιν· ὁ δὲ λίαν ἀλγήσας, κρίναι δικαίως ἀντιβολεῖ τὸν Θεὸν, καὶ δίκας ἀπαιτῆσαι τοὺς ἀνοσίους· δέχεται δὲ τὴν ἱκεσίαν ὁ Δεσπότης, καὶ δίδωσι τὴν ἀπόκρισιν, καὶ κόλασιν ἀπειλεῖ, καὶ τοὺς μὲν ἐν πολέμῳ σφαγήσεσθαι λέγει, τοὺς δὲ λιμῷ διαφθαρήσεσθαι. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ἀλλὰ πάλιν ὁ προφήτης, θεώμενος τῶν πονηρίᾳ συζώντων τὴν εὐπραξίαν, τούτου τὴν αἰτίαν διδαχθῆναι ἀντιβολεῖ. αʹ. Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ. Οἶδα, φησὶν, ἀκριβῶς τῆς σῆς ψήφου τὸ δίκαιον· οὐκ ἄτοπον δὲ οὐδὲ ἐγὼ προσφέρειν ἡγοῦμαί σοι πεῦσιν. «Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα;» βʹ. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποίησαν, καὶ ἐποίησαν καρπόν. Διὰ τούτων εὐπραξίαν ἐδήλωσε· τὴν δὲ ἄθεον γνώμην διὰ τῶν ἐπαγομένων ἐδήλωσε σημαίνων· «Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.» Ἐν μόνοις, φησὶ, τοῖς λόγοις προσηγορίαν προσφέρουσι τὴν σήν· ἐκ γὰρ τῶν λογισμῶν τὴν σὴν ἐξέβαλον μνήμην. γʹ. Καὶ σὺ, Κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου. Οὐ γὰρ μόνον τὰ φαινόμενα οἶδας, ἀλλὰ καὶ τοὺς λανθάνοντάς μου λογισμούς. «Ἄθροισον αὐτοὺς ὡς πρόβατα εἰς σφαγὴν, καὶ ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.» Τὸ ἅγνισον, ἀντὶ τοῦ ἀφόρισον λέγει. Ἀφορίζει γὰρ ἑαυτὸν ὁ ἁγνίσασθαι βουλόμενος· διὸ καὶ ὁ Σύρος εὐτρέπισον ἀντὶ τοῦ ἅγνισον τέθεικεν. δʹ. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ ὁ χόρτος πᾶς τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων τὴν γῆν; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπον, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. Τῆς τούτων ἕνεκα παρανομίας ἔρημος ἡ γῆ μεμένηκε, Κύριε· ὑπολαμβάνουσι γὰρ μὴ ἐφορᾷν σε, μηδὲ βλέπειν τὰ ὑπ' αὐτῶν τολμώμενα.