Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.580
Not analysed yet
εʹ. Σοῦ οἱ πόδες τρέχουσιν εἰς κακίαν, καὶ ἐκλύσουσί σε. Πῶς παρασκευάσῃ ἐφ' ἵπποις, καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσε· «Μετὰ πεζῶν τρέχουσα ἡττήθης,» καὶ πῶς ἀντιστῆναι ἱππεῦσι δυνήσῃ; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ γειτονεύοντες πολέμιοι, Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι πεζεύοντες ἐπολέμουν· πολλάκις δὲ ἡττήθης πολεμοῦσα ἐκείνοις. Πῶς τοίνυν δυνήσῃ, φησὶν, ἀντιστῆναι Βαβυλωνίοις ἐφ' ἵππων παραταττομένοις; Κατὰ δὲ τὴν Ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, Ὅτι ὁ διὰ τὴν πονηρίαν σου δρόμος ἐξέλυσέ σε, καὶ τῆς ἰσχύος ἐγύμνωσε· ῥώμης δὲ καὶ ἰσχύος ἐστερημένη, πῶς δυνήσῃ ἀντιστῆναι, καὶ παρατάξασθαι τοῖς μετὰ πλείστων ἵππων στρατεύουσιν; Ἀμφότερα δὲ τέθεικα τὰ νοήματα, τοῖς ἐντευξομένοις προτιθεὶς τὴν ἐπὶ τοῦ κρείττονος αἵρεσιν. Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου; Ὁ Σύρος οὕτως εἶπε· «Πῶς περάσεις τὸν Ἰορδάνην πλημμυροῦντα;» Τροπικῶς δὲ ποταμὸν πλημμυροῦντα τῆς στρατιᾶς τῶν πολεμίων τὸ πλῆθος ἐκάλεσεν· ἀνέμνησε δὲ αὐτοὺς καὶ τῶν ἐπὶ Ἰησοῦ τοῦ Ναυή· ὅτι Ἡνίκα σου ἐπεμελούμην, τὸν ποταμὸν ἐκεῖνον πλημμυροῦντα διέβης. ϛʹ. Ὅτι καὶ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου· καὶ οὗτοι αὐτοὶ συνήχθησαν ἐπὶ σοί. Πολλοὶ γὰρ, ὡς εἰκὸς, καὶ ἐκ τῶν δέκα φυλῶν, τῶν ἤδη γεγενημένων αἰχμαλώτων, συνεστρατεύοντο τοῖς πολεμίοις. «Μὴ πιστεύσῃς, ὅτι λαλοῦσι πρὸς σὲ καλά.» Τοιοῦτος ἦν ὁ Ῥαψάκης, τῇ Ἑβραίων κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν· ταῦτα μεταξὺ εἰρηκὼς ὁ προφήτης, τὴν περὶ τοῦ Δεσπότου προφητείαν ἀναλαμβάνει, καὶ τὴν Ἰουδαίων πανωλεθρίαν προαγορεύει, καί φησιν ἐκ προσώπου τοῦ Θεοῦ· ζʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου· ἀφῆκα τὴν κληρονομίαν μου· ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Τὴν οἰκείαν δείκνυσιν ἀγαθότητα, καὶ τὴν ἐκείνων βδελυρίαν ἐλέγχων διδάσκει· αὐτὸς μὲν γὰρ ἀγαπητικοῖς κέχρηται ῥήμασι, καὶ ψυχὴν αὑτοῦ ἠγαπημένην τὴν πολεμίαν καλεῖ· ἐκείνη δὲ τὰ δυσμενῶν καὶ ἐπιβούλων ἐργάζεται· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ηʹ. Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἀντὶ γὰρ νύμφης θηρίον ἐγένετο, καὶ τὸν νυμφίον κατέφαγεν. «Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς.» Τὴν τῆς προφητείας ἀλήθειαν διδάσκει τὰ Εὐαγγέλια· μανθάνομεν γὰρ ἐκεῖθεν ὡς ἐβόων, «Αἶρε,