Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.581
Not analysed yet
αἶρε, σταύρωσον αὐτόν.» —»Διὰ τοῦτο ἐμίσησα αὐτήν.» Τῆς τιμωρίας τὸ δίκαιον ἔδειξε. θʹ. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; ἢ σπήλαιον κύκλῳ αὐτῆς; Ἐν τοῖς ἔμπροσθεν ἑρμηνευομένοις, σπήλαιον λῃστῶν τὸν ναὸν προσηγόρευσε διὰ τὴν τῶν λειτουργούντων παρανομίαν· ἐνταῦθα δὲ σπήλαιον ὑαίνης, οὐ μόνον τὴν πόλιν καλεῖ, ἀλλὰ καὶ τὰ ταύτης κύκλῳ, τουτέστι τὴν Ἰουδαίαν· καὶ πάλιν τῆς εἰς αὐτὸν γεγενημένης παρανομίας κατηγορεῖ. Ἐμοὶ γὰρ, φησὶ, ἐγένετο σπήλαιον ὑαίνης. Εἶτα τὸν ἔσχατον αὐτῆς ὄλεθρον προθεσπίζει. «Βαδίσατε, συναγάγετε ἐπ' αὐτὴν πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν φαγεῖν αὐτήν.» Τῆς γὰρ οἰκουμένης Ῥωμαῖοι τὸ κράτος δεξάμενοι, καὶ τὴν στρατιὰν ἐκ διαφόρων συναγαγόντες ἐθνῶν, τοὺς μὲν κατέσφαξαν, τοὺς δὲ δορυαλώτους ἀπήγαγον. Αἰτίους δὲ τῆς ἀσεβείας τοὺς τοῦ νόμου διδασκάλους γεγενῆσθαί φησιν· ἐπάγει γάρ· ιʹ, ιαʹ. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου· ἐμόλυναν τὴν μερίδα μου· ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας. Οἱ γὰρ Ἀρχιερεῖς, καὶ οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι, τὸν λαὸν ἐξαπατήσαντες, καὶ τὸν Δεσπότην σταυρώσαντες, προεξένησαν τοῖς Ἰουδαίοις τὰ πολυθρύλλητα ἐκεῖνα κακά. Καὶ τοῦτο διδάσκει σαφέστερον· «Δι' ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ.» Πᾶσαν γῆν τὴν τοῦ Ἰσραήλ φησι· διὰ γὰρ τὰ εἰς αὐτὸν γεγενημένα, τότε μὲν ὑπὸ τῶν πολεμίων ἔρημος αὐτῶν ἡ χώρα ἐγένετο· νῦν δὲ τῆς ἀοιδίμου μητροπόλεως αὐτῶν ἐστέρηνται παντελῶς. «Ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐπὶ καρδίαν.» Ἀντὶ τοῦ, λογισμοῖς εὐσεβέσιν οὐ χρῶνται. ιβʹ. Ἐπὶ πᾶσαν διεκβολὴν τῆς ἐρήμου ἦλθον ταλαιπωρήσαντες ἐν τῇ ἐρήμῳ. Τὴν διεκβολὴν ἀτραπὸν ὁ Σύρος ἡρμήνευσε· πᾶσαν, φησὶ, τὴν ἔρημον ἐπλήρωσαν ἀτραπῶν, ταλαιπωροῦντες, καὶ τοὺς πολεμίους ἀποδιδράσκοντες· ἴδιον γὰρ τῶν φευγόντων μὴ κεχρῆσθαι ταῖς νενομισμέναις ὁδοῖς. «Ὅτι μάχαιρα Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.» Λέγει μὲν καὶ τὰ Ἰουδαίοις συμβάντα, καὶ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς τῆς Ἰσραηλίτιδος. Προλέγει δὲ καὶ τὰ κατὰ διαφόρους καιροὺς ἐπενεχθέντα τοῖς ἔθνεσι· καθ' ὧν καὶ περὶ τὸ τέλος τῆς προφητείας προαγορεύει. ιγʹ. Ἐσπείρατε πυροὺς, καὶ ἀκάνθας θεριεῖτε. Παρεγγυᾷ μὴ θαῤῥεῖν τῇ τῆς γῆς εὐκαρπίᾳ,