Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.584
Not analysed yet
ἀλλὰ τῇ τῆς γῆς εὐπραξίᾳ· ὁ γὰρ κακίᾳ χρώμενος ἀκάνθας ἐκ ταύτης τρυγᾷ. «Οἱ κλῆροι ὑμῶν οὐκ ὠφελήσουσιν ὑμᾶς.» Κλήρους πάλιν τὴν εὐκληρίαν ἐκάλεσεν, ᾗ συμβουλεύει μὴ πεποιθέναι. «ᾘσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον τοῦ Θεοῦ.» Ἃ νομίζετε σεμνύνειν ὑμᾶς, τουτέστι τὸν πλοῦτον, τὴν δυναστείαν, ταῦτα ὑμᾶς κρινομένους παρὰ τῷ Θεῷ αἰσχύνης ἐμπλήσει. Ἀπολαύσαντες γὰρ τῶν παρ' αὐτοῦ δωρεῶν τοῖς ἐναντίοις ἠμείψασθε. ιδʹ. Τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ποιμένων τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ. Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἀλλόφυλοι, ἀπεχθῶς ἀεὶ καὶ δυσμενῶς περὶ Ἰουδαίους διέκειντο· ἐφήσθησαν τοίνυν τὰς ἐπενεχθείσας αὐτοῖς θεασάμενοι συμφοράς· διάτοι τοῦτο προδιδάσκει αὐτοὺς τὴν ἐσομένην τῶν Ἰουδαίων ἀνάκλησιν. Ποιμένας δὲ καλεῖ τοὺς ἐκείνων ἄρχοντας. Ἰδοὺ ἐγὼ ἀνασπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν οἶκον Ἰούδα ἐκβαλῶ ἐκ μέσου αὐτῶν. (ιεʹ) Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω, καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. Διὰ τούτων τὴν ἐπὶ Κύρου καὶ Δαρείου γεγενημένην ἐπάνοδον προθεσπίσας, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα προδιδάσκει. ιϛʹ, ιζʹ. Καὶ ἔσται ἐὰν διδάσκοντες διδάξωσι τὴν ὁδόν μου τὸν λαόν μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν ἐν τῇ Βάαλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου. Ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος. Εἶπε καὶ τὴν παντελῆ τοῦ Ἰουδαίων ἔθνους ἀποβολήν. «Ἐξαρῶ γὰρ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος.» ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Μετὰ ταῦτα κελεύεται ὁ προφήτης περίζωμα λινοῦν πριάμενος, καὶ τῇ ὀσφύϊ περιθεὶς, παρὰ τὸν Εὐφράτην ποταμὸν τοῦτο κατακρύψαι, καὶ τὸ κελευσθὲν παραυτίκα πεπλήρωκεν. Ἡμερῶν δὲ πλείστων διελθουσῶν, προσετάχθη πάλιν κομίσαι τὸ περίζωμα· καὶ πεποίηκε πάλιν, ὅπερ ὁ Δεσπότης αὐτῷ προσέταξε. Καὶ λαβὼν ἐν ταῖς χερσὶν αὐτοῦ, εὗρε διεφθαρμένον, καὶ εἰς πᾶσαν ἄχρηστον χρῆσιν. Εἶτα ἀκούει λέγοντος τοῦ Δεσπότου· θʹ, ιʹ. Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα, καὶ τὴν ὕβριν Ἰερουσαλὴμ, τὴν πολλὴν ταύτην ὕβριν.