Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.585
Not analysed yet
Τὸν λαὸν τοῦτον τὸν πονηρόν· τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευομένους ἐν τῇ εὐθύτητι τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς, καὶ πορευομένους ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς, καὶ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὡς τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται ἔτι εἰς οὐθέν. Διὰ τούτων τὴν ἐν Βαβυλῶνι σημαίνει διατριβήν· ὁ γὰρ Εὐφράτης μέσον ἐκείνην διατέμνει τὴν πόλιν· παρὰ δὲ τὸν Εὐφράτην ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας προσετάχθη τὸ περίζωμα κατακρύψαι· τρυμαλιὰν δὲ τῆς πέτρας τὴν Βαβυλῶνα καλεῖ· ἐκεῖ δὲ ὢν ἄχρηστος ἦν ὁ λαὸς, οὐκέτι λαὸς Θεοῦ χρηματίζων, οὐδὲ καθ' ἑαυτὸν πολιτευόμενος, οὐδὲ τὰς κατὰ νόμον λατρείας ἐπιτελῶν· ἀλλ' ἦν ἄχρηστος, ὡς τὸ διαφθαρὲν ἐκεῖνο περίζωμα. Διὰ μέντοι τῶν ἑξῆς, καὶ τοῦ περιζώματος ἑρμηνεύει τὴν χρείαν. ιαʹ. Καθάπερ γὰρ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον Ἰσραὴλ, καὶ πάντα τὸν οἶκον Ἰούδα, λέγει Κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν· καὶ οὐκ ἤκουσάν μου. Τὴν ὑπερβολὴν τῆς ἀγαθότητος διὰ τῶν εἰρημένων ἐδήλωσε, καὶ τῆς συναφείας τὸν τρόπον ἐδίδαξε, καὶ ὅτι αὐτὸς μὲν ἠβουλήθη περιφανεῖς αὐτοὺς καὶ περιβλέπτους ἀποφῆναι, αὐτοὶ δὲ διὰ τῆς παρανομίας ἐπεσπάσαντο τὰ ὀνείδη. Οὕτω καὶ διὰ τῶν πραγμάτων, τὴν προφητείαν ποιησάμενος, δι' ἑτέρας πάλιν εἰκόνος προλέγει τὰ συμβησόμενα. ιβʹ, ιγʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σὲ, Μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ Δαβὶδ ἐπὶ θρόνου αὐτοῦ. Εἶτα λέγει· Καὶ τοὺς προφήτας καὶ τοὺς ἱερέας, καὶ ἅπαντα τὸν λαὸν, μεθύσματος. Καὶ διδάσκων τί τὸ μέθυσμα, ἐπήγαγεν· ιδʹ. Καὶ διασκορπιῶ αὐτοὺς, ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ· καὶ τοὺς πατέρας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος. Καὶ δεικνὺς καὶ τὸ τῆς ὀργῆς ἀμετάβλητον, ἐπήγαγεν· «Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν,» ἀντὶ τοῦ «διαφθορὰν αὐτῶν.» Μέθυσμα τοίνυν τὴν τιμωρίαν ἐκάλεσε· καὶ γὰρ οἱ ταῖς μεγίσταις περιπίπτοντες συμφοραῖς κεκαρωμένοις ἐοίκασι, διὰ τὴν τοῦ πάθους ὑπερβολὴν οὐδὲ θρηνεῖν δυνάμενοι. ιεʹ. Ἀκούσατε, καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε· ὅτι Κύριος ἐλάλησε. Παύσασθε τῆς θρα-