Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.588
Not analysed yet
σύτητος, καὶ τῆς μανικῆς ἀλαζονείας· ὡς παρὰ Θεοῦ δέξασθε τὰ λεγόμενα. ιϛʹ. Δότε τῷ Κυρίῳ Θεῷ ἡμῶν δόξαν, πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά. Προλάβετε, φησὶ, τὸν τῆς τιμωρίας καιρόν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος παραινεῖ· «Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν.» —»Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσεσθε εἰς σκότος.» Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ παρακαλοῦντες φιλανθρωπίας οὐ τεύξεσθε. ιζʹ. Καὶ ἐὰν μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως· καὶ δακρύουσα δακρύσει, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου. Τὸ «κεκρυμμένως κλαύσεται» τὴν ὑπερβολὴν αἰνίττεται τῶν κακῶν· δουλεύοντες γὰρ τοῖς πολεμίοις, οὐδὲ προφανῶς δακρύσαι τολμήσετε, ἀλλὰ κρύβδην τοῦτο πράξετε. Παρακελεύεται δὲ καὶ τῷ βασιλεῖ, καὶ τοῖς ἄρχουσιν, ὀλοφύρεσθαι τὰς τῶν πραγμάτων μεταβολάς· ἀναμιμνήσκει δὲ καὶ τῶν ἤδη γεγενημένων. ιθʹ. Πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων. Ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν. Ἀνδραποδισμόν. Πολλὰς γὰρ τῆς Ἰουδαίας πόλεις Σεναχηρεὶμ ἐξηνδραπόδισε· ταῦτα δὲ, φησὶν, ὑπέμειναν ποινὴν τίνοντες ὧν ἐπλημμέλησαν. Κελεύει δὲ καὶ τῇ Ἱερουσαλὴμ τῶν ἐρχομένων ἀπὸ βοῤῥᾶ πολεμίων ἰδεῖν τὸ πλῆθος, καὶ ἐπιλέγει· «Ποῦ ἔστι τὸ ποίμνιον ὃ ἐδόθη σοι πρόβατα τῆς δόξης σου;» Ἀντὶ τοῦ, τῶν οἰκητόρων τὸ πλῆθος. καʹ. Τί ἐρεῖς, ὅταν ἐπισκέπτωνταί σε; Τουτέστιν οἱ πολέμιοι. «Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν σου.» Πολεμούμενοι γὰρ ὑπὸ Σύρων, Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν, δέον τοῦ Θεοῦ ζητῆσαι τὴν πρόνοιαν. «Ὠδῖνες καθέξουσι σε, καθὰ γυναῖκα τίκτουσαν.» Τὸ μέγεθος τῆς ὀδύνης ἐδήλωσεν. κβʹ. Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Διατί ἀπήντησέ μοι ταῦτα; Διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου. Καταισχύνει τοὺς τοῦτο ὑπομένοντας ἡ τοιαύτη γύμνωσις. Λέγει τοίνυν, Ὅτι ἐγυμνώθης, οὐ τὰ πλημμελήματα καὶ ταύτας σοι τὰς συμφορὰς ἀπεκύησεν; κγʹ. Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά. Ἀληθὴς ἄρα ὁ λόγος, ὅτι τὸ ἔθος δευτέρα φύσις. Τοῖς γὰρ φυσικοῖς τὰ γνωμικὰ τῷ μακρῷ ἔθει πάντα συνέκρινα. Τούτου χάριν ἀπειλεῖ φρυγάνων δίκην αὐτοὺς διασκεδάσειν ὑπὸ λαίλαπος τῇδε κἀκεῖσε περι-