Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.589
Not analysed yet
φερομένων. Λέγει δὲ καὶ τῶν ἁμαρτημάτων αὐτῆς τὸ πλῆθος, ἀκολασίαν, καὶ θρασύτητα, καὶ εἰδώλων λατρείαν· ἀπαλλοτρίωσιν γὰρ πορνείας αὐτὴν καλεῖ· ὅθεν ἐπήγαγεν· «Ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου.» Εἶτα θρηνητικῶς, «Οὐαί σοι, Ἱερουσαλὴμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου. ἕως τίνος ἔτι;» Πολλὰς γὰρ παρανομίας τολμήσασα μεταμελείᾳ χρήσασθαι οὐκ ἠθέλησας· ἐγὼ δὲ οὐκέτι μακροθυμήσω· ἀλλὰ τὴν τιμωρίαν ἐπάξω. Ἄμεινον μὲν οὖν κατὰ τοὺς θείους πολιτεύεσθαι νόμους· ἐπειδὴ δὲ ἀνθρώπους ὄντας καὶ πταίειν εἰκὸς, κεχρῆσθαι προσήκει τοῖς τῆς μεταμελείας φαρμάκοις, καὶ διὰ τούτων τὸν κριτὴν ἱλεοῦσθαι, καὶ τῶν ἠπειλημένων κολάσεων τὴν πεῖραν διαφυγεῖν. Ὧν καὶ ἡμεῖς ἀπείρατοι διαμείναιμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Δʹ ΚΕΦΑΛ. ΙΔʹ. αʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας. Παντοδαπὰς αὐτοῖς ἐπιφέρει παιδείας, ἵνα τῆς πονηρίας ἀνακόψῃ τὸν δρόμον. Διηγεῖται δὲ ὁ προφήτης τοὺς θρήνους, καὶ τὰς ὀλοφύρσεις, τὰς δι' ἀνομβρίαν γεγενημένας. Λέγει γὰρ ἐπιλελοιπέναι καὶ τὰς πηγὰς, καὶ τὰ φρέατα, καὶ τὰ ἐκ τῶν ὄμβρων συστήματα· ἠκολούθησε δὲ καὶ ἡ τῆς γῆς ἀκαρπία, καὶ τὰ κτήνη δὲ οὐ τὰ ἥμερα μόνον, ἀλλὰ καὶ τὰ ἄγρια, τοῦ πάθους μετέλαχεν. εʹ, ϛʹ. Ἔλαφοι γὰρ, φησὶν, ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δράκων. Τοῦτο δὲ καὶ ἄνθρωποι ποιοῦσι διψῶντες, ταῖς τῶν ἀνέμων αὔραις τὸ θερμὸν καταψύχοντες. Εἶτα ὁ προφήτης ἱκετείαν προσφέρει, καὶ τῶν κοινῶν ἁμαρτημάτων ἀναμιμνήσκεται, καὶ ταύτῃ τὸν Θεὸν ἱλεοῦται. «Σοὶ γὰρ, φησὶν, ἡμάρτομεν.» ηʹ. Ὑπομονὴ Ἰσραὴλ, σώζεις ἐν καιρῷ κακῶν. Παρὰ σοῦ γὰρ τὸν ἔλεον προσμένομεν ἅπαντες.