Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.592
Not analysed yet
»Ἱνατί ἐγενήθης ὡς πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;» Τὸ «ὡς αὐτόχθων,» ὁ Σύρος, «ὡς ὁδίτης,» ἡρμήνευσε. Τί δήποτε, φησὶ, παρορᾷς ἡμᾶς καὶ ἔοικας παροίκῳ καταφρονοῦντι τῶν οἰκημάτων, ὡς ἀλλοτρίων, ἐν οἷς οἰκεῖ, καὶ ὁδίτῃ παριόντι, καὶ τῶν κατὰ τὴν ὁδὸν οὐκ ἐπιμελουμένῳ; θʹ. Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν, καὶ ἀνὴρ οὐ δυνάμενος σώζειν; Οὔτε ὁ καθεύδων τῶν παρακαλούντων ἀκούει, καὶ ὁ ἀσθενείᾳ συνεζευγμένος ἐπαμύνειν οὐ δύναται. Ἀντὶ τοῦ· Μὴ ἀναβάλλῃ τὸν ἔλεον· καὶ γὰρ δύνασαι, καὶ ἐγρήγορας, καὶ πανταχοῦ πάρει, καὶ τοῖς πᾶσι παρίστασαι. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.» Τίθησι δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀπόκρισιν· ιʹ. Ἠγάπησαν κινεῖν πόδας αὑτῶν, καὶ οὐκ ἐφείσαντο. Τουτέστιν εἰς τὴν τῆς πονηρίας ὁδόν· τοῦτο γὰρ διδάσκει καὶ τὰ ἐπιφερόμενα. «Καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς.» Λέγει δὲ ὅτι καὶ τῶν ἀδικιῶν αὐτῶν τὴν μνήμην ποιήσεται, καὶ δίκας αὐτοὺς ὧν ἠσέβησαν πράξεται. Παρεγγυᾷ δὲ καὶ τῷ προφήτῃ, τὰς ὑπὲρ αὐτῶν προσευχὰς μὴ ποιήσασθαι, καὶ φάσκει μήτε τῇ νηστείᾳ αὐτῶν προσέξειν, μήτε τὰς ὑπ' αὐτῶν προσφερομένας δέξασθαι θυσίας, ἀλλὰ λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ παραδώσειν. Τούτων ἀκούσας ὁ προφήτης τῶν ψευδοπροφητῶν τὰς προῤῥήσεις προφέρει, καί φησιν ἐκείνους τὰ ἐναντία προλέγειν, καὶ εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ ἀγαθῶν ἀφθονίαν. Ἀλλὰ πάλιν ὁ Δεσπότης τῷ προφήτῃ φησὶ, ψευδῆ προλέγειν ἐκείνους, οὐ θείοις λόγοις διακονοῦντας, οὐδὲ ὄργανα τῆς χάριτος γενομένους, ἀλλ' ἅπερ ἐθέλουσι φθεγγομένους. «Οὐκ ἐνετειλάμην γὰρ αὐτοῖς, φησὶ, καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν οὗτοι προφητεύουσιν ὑμῖν.» Ὁράσεις τὰ ἐνύπνια καλεῖ, οἰωνίσματα δὲ τὰς ὀρνεοσκοπίας· μαντείας δὲ τὰ ἐξ ἐνεργείας δαιμόνων· προαιρέσεις δὲ καρδίας, τὴν ἀπὸ τῶν λογισμῶν ἐξαπάτην. Εἶτα τούτοις αὐτοῖς ἀπειλεῖ καὶ τὴν ἐξ ἀῤῥωστίας τελευτὴν, καὶ τὴν ἐν πολέμῳ σφαγήν. «Ἐν θανάτῳ γὰρ, φησὶ, νοσερῷ ἀποθανοῦνται, καὶ ἐν ῥομφαίᾳ καὶ λιμῷ τελευτήσουσι.» Σὺν δὲ τούτοις καὶ οἱ τοῖς τούτων ἀκολουθήσαντες λόγοις. Οὐκ ἀξιωθήσονται δὲ οὐδὲ ταφῆς, πάντων ὁμοίως τοῖς αὐτοῖς περιπιπτόντων κακοῖς. Ἀλλὰ πάλιν ὁ φιλάνθρωπος τὰ σκυθρωπὰ προειπὼν, τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις παρεγγυᾷ. «Καταγάγετε γὰρ, φησὶν, ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός·» διὰ τὸ μέγεθος τῶν ἐπενεχθησομένων ὑμῖν κακῶν. Διηγεῖται δὲ ὁ προφήτης τῶν γεγενημένων τὴν τραγῳδίαν.