Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.593
Not analysed yet
ιηʹ. Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι ῥομφαίας· καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, ἰδοὺ πόνος λιμοῦ. Προστίθησι καὶ τούτοις καὶ τὰ τῆς αἰχμαλωσίας κακά. «Ὅτι προφήτης καὶ ἱερεὺς ἐπορεύθησαν εἰς γῆν ἣν οὐκ ᾔδεισαν.» Καὶ ὁ μακάριος Δανιὴλ ὁ προφήτης, καὶ ὁ θεῖος Ἐζεκιὴλ, καὶ ἱερεὺς καὶ προφήτης, καὶ ἕτεροι δὲ πρὸς τούτοις πλεῖστοι ἱερεῖς μετέλαχον τῶν σκυθρωπῶν. Τῶν γὰρ ἀνοσίων ἐκείνων προμηθούμενος ὁ Θεὸς, συνέπεμψε καὶ προφήτας οἷόν τινας παιδονόμους καὶ διδασκάλους, ἵνα μὴ παντελῶς ἐκκλίνωσιν εἰς ἀσέβειαν. Ταῦτα διηγησάμενος, ὁ προφήτης πρὸς τὸν Θεὸν μεταφέρει τοὺς λόγους· «Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, ἢ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;» Ἀντὶ τοῦ, ἡ πρόνοιά σου· ἀνθρωπίνως γὰρ τέθεικε τὴν ψυχὴν, εἰς σαφεστέραν ἔμφασιν τῆς προφητείας. Λέγει δὲ ἀνίατον τὴν ἐπενεχθεῖσαν πληγὴν, καὶ ἐπιφέρει λέγων οὕτως·» κʹ, καʹ. Ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδικίας πατέρων ἡμῶν· ὅτι ἡμάρτομεν ἐναντίον σου. Κόπασον διὰ τὸ ὄνομά σου. Ἀντὶ τοῦ· Παῦσαι χαλεπαίνων ἡμῖν· καὶ μὴ εἰς ἡμᾶς ἀπίδῃς, ἀλλ' εἰς τὸ ὄνομά σου. Σὸς γὰρ λαὸς χρηματίζομεν. «Μὴ ἀπολέσῃς θρόνον δόξης σου.» Τὴν Ἱερουσαλὴμ οὕτως ὠνόμασε· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, τοὺς ὅρκους ἀπαγορεύων, «Μήτε εἰς Ἱεροσόλυμα ὀμόσῃς, ὅτι θρόνος ἐστὶ τοῦ μεγάλου βασιλέως·» ἐκεῖ γὰρ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. Ἀναμιμνήσκει δὲ καὶ τῆς πρὸς τοὺς πατέρας γεγενημένης διαθήκης, καὶ ὅτι παρὰ τῶν εἰδώλων οὐδεμία βοήθεια· ἀλλ' αὐτὸς τὸν ἄνωθεν φερόμενον ὑετὸν χορηγεῖ· οὐ γὰρ ἀκυβέρνητος ἡ κτίσις· τοῦτο γάρ φησι· «Καὶ ὁ οὐρανὸς δώσει πλησμονὴν αὑτοῦ· οὐχὶ σὺ αὐτὸς, Κύριε, καὶ ὑπομενοῦμέν σε; ὅτι σὺ ἐποίησας σύμπαντα ταῦτα. ΚΕΦΑΛ. ΙΕʹ. Πρὸς ταῦτα πάλιν ὁ Δεσπότης ἀποκρίνεται, ὅτι «Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου ἐν αὐτοῖς.» Διὰ τούτων δὲ τὸν προφήτην ψυχαγωγεῖ. Μὴ νόμιζε γὰρ, φησὶν, ὅτι σοῦ καταφρονῶν τὴν πρεσβείαν οὐ δέχομαι· οὐδὲ γὰρ ἐκείνοις εἶξα ἂν ἀντιβολοῦσιν, οἳ τοσαῦτα εἰργάσαντο θαύματα. Τούτων μέντοι ἐμνήσθη, καὶ ὡς πρεσβυτέρων, καὶ ὡς πολλάκις αὐτὸν ὑπὲρ τοῦ λαοῦ πεπεικότων. Καὶ Μωσῆς γὰρ ὁ μέγας ἐπὶ τῆς μοσχοποιΐας τοῦ Θεοῦ εἰρηκότος, «Ἔασόν με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτοὺς,» σπουδαιοτάτην ἱκετείαν προσήνεγκεν, καὶ τοῖς ἡμαρτηκόσι τὸν Δεσπότην κατ-