Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.596
Not analysed yet
ήλλαξε· καὶ μέντοι καὶ Σαμουὴλ ταυτὸ τοῦτο δέδρακεν, καὶ πλεῖστον ὑετὸν ἐν ὥρᾳ θέρους κατήγαγεν. Εἶτα κελεύει τῷ προφήτῃ τὸν παρεστῶτα ἀπολῦσαι λαόν. βʹ. Ἐὰν δὲ εἴπωσι πρὸς σὲ, φησὶ, Ποῦ ἐξελευσόμεθα; ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος· Ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. Ταῖς γὰρ τέσσαρσι ταύταις αὐτοὺς ὑποβαλῶ συμφοραῖς. Καὶ πρὸς τούτοις, οἱ τεθνεῶτες βορὰ γενήσονται θηρίων καὶ οἰωνῶν. δʹ. Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς. Προλέγει καὶ τὰ μετὰ τὴν ἐπάνοδον γενησόμενα, καὶ τὰ ἐπὶ τῶν Μακεδόνων συμβησόμενα, καὶ τὴν ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενεχθησομένην πανωλεθρίαν. Τὰ μέντοι πρῶτα διὰ τὴν τοῦ Μανασσῆ τολμηθεῖσαν ἀσέβειαν συμβῆναι διδάσκει· ἀλλ' οὐκ ἄδικος ὁ κριτὴς, οὐδὲ ἀλλοτρίας εὐθύνας εἰσπράττεται, ἀλλ' ὡς κοινωνήσαντας τῆς ἀσεβείας, καὶ προθύμως τῷ πονηρῷ συνεργήσαντας βασιλεῖ, τοῖς προῤῥηθεῖσιν ὑποβάλλει κακοῖς. εʹ. Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι; Ἀντὶ τοῦ, Πᾶσιν ἀνθρώποις δόξεις δίκαια πεπονθέναι. Εἰώθασι γὰρ οἱ ἄνθρωποι, ὅταν τινὰ τῶν ἄκρᾳ πονηρίᾳ συζώντων ἴδωσι τιμωρούμενον, οὐ μόνον οὐ συναλγεῖν, ἀλλὰ καὶ συνήδεσθαι τοῖς ἠδικημένοις, ὡς τῆς ἐκείνου πονηρίας ἀπηλλαγμένοις. ϛʹ. Σὺ ἀπεστράφης μου, λέγει Κύριος· ὀπίσω πορεύσῃ. Ὃ δέδρακας, πείσῃ· τὸ δὲ «ὀπίσω πορεύσῃ,» ἀντὶ τοῦ «ταπεινωθήσῃ» τέθεικεν. «Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.» Οὐκέτι γὰρ χρήσομαι τῇ προτέρᾳ μακροθυμίᾳ. Εἶτα διδάσκων ὡς παρὰ γνώμην κολάζειν ἀναγκάζεται, οἱονεὶ συναλγῶν λέγει· «Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν· ἀπώλεσα τὸν λαόν μου διὰ κακίας αὐτῶν, καὶ οὐκ ἐπεστράφησαν.» Αὐτοὶ τὸν ὄλεθρον ἐπεσπάσαντο, παύσασθαι τῆς πονηρίας μὴ βουληθέντες. Λέγει δὲ διὰ τὴν τῶν ἀνδρῶν ἀναίρεσιν καὶ τὰς χήρας πληθυνθῆναι, καὶ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν τὰς μητέρας στερηθῆναι τῶν παίδων. «Ἐπήγαγον γὰρ, φησὶν, ἐπὶ τὴν μητέρα νεανίσκων ταλαιπωρίαν ἐν μεσημβρίᾳ· ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.»