Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.597
Not analysed yet
θʹ. Ἐκενώθη ἡ τίκτουσα ἑπτὰ, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς. Διαφόρως τὴν συμφορὰν ἐτραγῴδησεν, ἵνα διδάξῃ τοὺς ἀτεράμονας, καὶ πείσῃ τὴν προτέραν καταλιπεῖν ἀσέβειαν. «Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας.» Τοῖς γὰρ πενθοῦσι σκότος ὀνομάζεται καὶ τὸ φῶς· ταῦτα καὶ τὰ τούτοις παραπλήσια εἰρηκὼς ὁ προφήτης ὀλοφύρεται καὶ θρηνεῖ· ιʹ. Οἴμοι, μήτηρ, ὥς τινά με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ· οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τὸ «ὠφέλησα» «ὤφλησα» ὁ Σύρος ἡρμήνευσε· λέγει τοίνυν, ὅτι Οὔτε ὤφληκα, οὔτε δεδάνεικα· καὶ πολλοὺς ἐκτησάμην ἐχθροὺς, οἳ διηνεκῶς λοιδοροῦνται καὶ ἐπαρῶνται. Τὰ συμβούλια γὰρ, ὡς τὰ πολλὰ, τίκτειν τὰς ἀπειθείας φιλεῖ. Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, ὅτι Θρήνων εἰμὶ ἄξιος μάτην παραχθεὶς εἰς τόνδε τὸν βίον· οὔτε γὰρ ὤνησά τινα, οὔτε ὠφέλειαν παρ' ἑτέρων ἐκομισάμην· ἀρὰς δὲ μόνον δέχομαι παρὰ τῶν ἀκουόντων τὰς προφητείας. ιαʹ. Γένοιτο, Κύριε, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. Ἄκουσον αὐτῶν, φησὶν, ἐπαρωμένων· πολλάκις σοι τὰς ὑπὲρ αὐτῶν ἱκετείας προσήνεγκον. Εἶτα πάλιν ἐκ προσώπου τοῦ Θεοῦ· ιβʹ, ιγʹ. Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦν. Ἰσχύν σου, καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου ἐν πᾶσι τοῖς ὁρίοις σου. Μὴ θαῤῥήσητε, φησὶ, μὴ χαλκέοις περιβολαίοις, μὴ σιδηροῖς· πάντα γὰρ ὑμῶν τὸν πλοῦτον παραδώσω τοῖς πολεμίοις, καὶ ἔσται τοῦτο τῶν σῶν ἁμαρτημάτων ἀντίδοσις. Προστίθησι δὲ τούτοις καὶ τὴν γεγενημένην αἰχμαλωσίαν. Ταῦτα προειπὼν ὁ προφήτης, κίνδυνον ὑπομένει τῶν ἀκούειν οὐκ ἀνεχομένων, ἀνελεῖν αὐτὸν πειραθέντων, καὶ παρακαλεῖ τὸν τῶν ὅλων Θεὸν, καί φησι· ιεʹ. Μνήσθητί μου, Κύριε, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Ἀντὶ τοῦ· Μὴ παραδῷς με τοῖς καταδιώκουσί με· ὁ γὰρ ἀθῶος ἐλευθεροῦται. «Μὴ εἰς μακροθυμίαν σου λάβῃς με.» Ἔνια «βάλῃς με» ἔχει· τουτέστιν, ἀνεξικάκως χρώμενος, καὶ κολάζειν τοὺς ἀδικοῦντας ἀναβαλλόμενος, τοὺς ἀδικουμένους ἡμᾶς ἀνιᾷς. «Γνῶθι, εἰ ἔλαβον περὶ σοῦ ὀνειδισμόν.»