Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.600
Not analysed yet
ιϛʹ. Ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου. Σοῦ χάριν, ὦ Δέσποτα, τοῖς παροῦσιν ἀλγεινοῖς περιπέπτωκα· τοὺς σοὺς γὰρ λόγους διαπορθμεύων δυσμενὴς ἐγενόμην. «Συντέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην, καὶ εἰς χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμέ.» Ἐπειδὴ νομίζουσι ψευδῆ με προλέγειν, ταῖς δὲ τῶν ψευδοπροφητῶν ὑποσχέσεσιν ὡς ἀληθέσι προσέχουσι, τοὺς λόγους μου τοῖς ἔργοις βεβαίωσον, καὶ ταύτῃ με ψυχαγώγησον. Εἶτα λέγει, ὡς οὔτε τραπέζης αὐτοῖς, οὔτε γέλωτος ἐκοινώνησεν, ἀλλὰ τὸ θεῖον πάντων προετίμησε δέος· καὶ διὰ τὴν πονηρίαν αὐτῶν, καὶ διὰ τὴν τιμωρίαν, ἀνιώμενος διετέλεσεν· ἀλλ' εὐθὺς αὐτὸν ὁ Δεσπότης ψυχαγωγεῖ, καί φησι· ιθʹ. Ἐὰν ἀποστρέψῃς, καὶ ἀποκαταστήσω σε, πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Οὐ μικρός σοι, φησὶ, παρ' ἐμοῦ πεφύλακται μισθὸς τοῦτον ἀναδεξαμένῳ τὸν πόνον· ἐὰν γάρ τινα τῶν πλανωμένων ἐπιστρέψῃς, πολλῆς παρ' ἐμοὶ παῤῥησίας μεθέξεις. Τοῦτο γὰρ δηλοῖ τὸ «πρὸ προσώπου μου στήσῃ.» Κἄν τινα τῶν ἀνοσίων μεταβάλῃ, καὶ πείσῃς ἑλέσθαι τὰ ἐπὶ τὸ κρεῖττον, τῷ στόματί μου ἀπεικασθήσῃ· καὶ γὰρ ἐγὼ λόγῳ τὰ μὲν ὄντα ἐποίησα, καὶ σὺ λόγῳ τοὺς τῆς κακίας ἐργάτας μεταβάλῃς εἰς ἀρετήν. Ὑπέσχετο δὲ αὐτῷ πάλιν τὸ ἄμαχον καὶ ἀήττητον, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων ἀνέμνησεν ὑποσχέσεων. ΚΕΦΑΛ. Ιϛʹ. Παρεγγυᾷ δὲ αὐτῷ, μὴ γῆμαι, μηδὲ παιδοποιῆσαι, ὡς καὶ τῶν τικτόντων, καὶ τῶν τικτομένων, λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παραδοθησομένων. Παρακελεύεται δὲ μήτε εὐφραινομένοις συνευφραίνεσθαι, μήτε ἀλγοῦσι συναλγῆσαι. «Ἀφέστακα γὰρ, φησὶ, τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὸν ἔλεόν μου, καὶ τοὺς οἰκτιρμούς μου.» ϛʹ. Καὶ ἀποθανοῦνται μεγάλοι καὶ μικροὶ ἐν τῇ γῇ ταύτῃ. Λέγει δὲ ὡς οὐδὲ ταφῆς ἀξιωθήσονται, οὐδὲ θρῆνοι ἐπ' αὐτοῖς συνήθως γενήσονται, οὐδὲ ψυχαγωγίας τινὸς οἱ πενθοῦντες ἀξιωθήσονται· καὶ ἀπειλεῖ παντὸς εἴδους εὐφροσύνης ἀποστέρησιν τῇ πόλει, ὡς μηδεμίαν ἐπενεχθῆναι φωνὴν, μὴ γάμων, μὴ συμποσίων, μὴ τῶν ἄλλων, ὅσα θυμήρη τοῖς ἀνθρώποις παρέχει ζωήν. Πυνθανομένων δὲ, φησὶν, ἐκείνων, καὶ λεγόντων· Διὰ ποίαν αἰτίαν τούτοις περιπεπτώκαμεν τοῖς κακοῖς; καὶ τῆς πατρῴας αὐτοὺς ἀνάμνησον ἀσεβείας, καὶ τὰ ὑπ' αὐτῶν τολμώμενα δίδαξον, καὶ ὅτι χαλεπώτερα τῶν πατέρων ἐξήμαρτον, οὐ κατὰ τὸν ἐμὸν πολιτευόμενοι νόμον, ἀλλὰ τοῖς οἰκείοις ἑπόμενοι λογισμοῖς. Οὗ δὴ χάριν·