Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.601
Not analysed yet
ιγʹ. Ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς, καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἡμέρας καὶ νυκτὸς, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. Ἐπειδὴ τοὺς οὐκ ὄντας φιλεῖτε θεοὺς, τῆς πατρῴας ὑμᾶς ἐκβαλῶ γῆς, καὶ παραδώσω τοῖς πολεμίοις, ἵνα σὺν ἐκείνοις τῇ πλάνῃ δουλεύητε. Ὑπισχνεῖται μέντοι καὶ τὴν ἐπάνοδον· καὶ λέγει, ὡς κατ' ἐκεῖνον τὸν καιρὸν οὐκέτι τὰς προτέρας εὐεργεσίας προφέροντες τὸν Θεὸν ἀνυμνήσουσιν, οὐδὲ τῆς Αἰγυπτίων δουλείας τὴν ἀπαλλαγὴν διηγήσονται, ἀλλὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον θαυμάσουσιν ἅπαντες. ιϛʹ. Ἰδοὺ ἐγὼ ἀποστελῶ ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. Τὸ ἄφευκτον τῆς τιμωρίας διὰ τούτων δεδήλωκεν, ὅτι ἁλιεῖς καὶ θηρευτὰς μιμούμενοι οἱ πολέμιοι πάντας αὐτοὺς σαγηνεύσουσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι πειρωμένους λανθάνειν ὑφ' ἑαυτοὺς ποιούμενοι. ιζʹ. Ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, οὐκ ἀπεκρύβησαν ἀπὸ προσώπου μου, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Πάντα ὁρῶ, οὐδέν με λανθάνει τῶν γιγνομένων. ιηʹ. Καὶ ἀνταποδώσω αὐτοῖς πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἀνομίας αὐτῶν, ἐφ' αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὑτῶν. Ὡς φιλάνθρωπος διπλασίαν ἁμαρτημάτων τὴν τιμωρίαν καλεῖ· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον, οὐκ ἀξίας ἔτισαν δίκας. Θνησιμαῖα δὲ τῶν βδελυγμάτων καλεῖ τὴν τῶν υἱῶν καὶ τῶν θυγατέρων σφαγὴν, ἣν τοῖς εἰδώλοις προσέφερον. Οὕτω τοῦ λαοῦ τὴν ἀσέβειαν δείξας, τὴν τῶν ἐθνῶν προθεσπίζει μεταβολήν. ιθʹ. Κύριος ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτοῖς. Οἱ τοσαύτης ἐπιμελείας ἀξιωθέντες, καὶ νομικῆς καὶ προφητικῆς διδασκαλίας ἀπολαύσαντες, ἀσεβοῦντες διετέλεσαν, καὶ παρανομοῦντες· τὰ δὲ ἔθνη, ταύτης οὐκ ἀπολαύσαντα τῆς προμηθείας, μόνον δὲ τῶν ἀποστολικῶν κηρυγμάτων ἀκούσαντα, ἔφυγε τὴν πλάνην, καὶ τῷ τῆς θεογνωσίας φωτὶ προσελήλυθε. Καὶ τῆς προτέρας ἀναμιμνησκόμενος παροιμίας βοῶ σοι· κʹ, καʹ. Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί; Διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου,