Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.604
Not analysed yet
καὶ τὴν δύναμίν μου γνωριῶ αὐτοῖς, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος. Προλέγω, φησὶν, αὐτοῖς πρὸ πολλοῦ τὰ ἐσόμενα, καὶ προδιδάσκω αὐτοῖς τὴν ἰσχύν μου, ὅτι δι' εὐτελῶν καὶ ὀλίγων ἀνθρώπων τὴν μεταβολὴν αὐτῶν πραγματεύσομαι. ΚΕΦΑΛ. ΙΖʹ. Οὕτω τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν, τῆς Ἰουδαίων πάλιν ἀσεβείας κατηγορεῖ. αʹ. Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ, ἐν ὄνυχι ἀδαμαντίνῃ, ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν. Οὐδὲν τοῦ συνειδότος ἰσχυρότερον· πάγια γὰρ τὰ ἐν τούτῳ πηγνύμενα γράμματα· κἂν γὰρ πάντες ἄνθρωποι μαρτυρήσωσιν ἀγαθὰ τῷ συνειδότι ἑαυτῶν, πονηρὰ τῶν ψευδολόγων τὸ συνειδὸς οὐκ ἀνέχεται, ἀλλὰ νύττεται, καὶ κεντεῖται, καὶ ἀδέκαστον ἐκφέρει τὴν ψῆφον. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι Καὶ τὰ πράγματά σου κατηγορεῖ, καὶ τὸ συνειδός σου συμμαρτυρεῖ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῶν ἀλσῶν, καὶ τῶν βωμῶν, καὶ τῆς ἐν αὐτοῖς γενομένης πλάνης, καὶ ἀπειλεῖ πάντα τὸν πλοῦτον αὐτῶν σὺν τοῖς εἰδώλοις παραδώσειν τοῖς πολεμίοις. Προλέγει δὲ καὶ τὴν τῆς πόλεως ἐρημίαν· μετὰ ταῦτα ἄθλιον λέγει καὶ τρισάθλιον, καὶ ἀραῖς ὑποβάλλει τὸν τοῦ Θεοῦ μὲν ἀφιστάμενον, ἀνθρωπίνῃ δὲ δυναστείᾳ θαῤῥοῦντα· καὶ ἀπεικάζει τοῦτον ἀκάρποις τισὶ φυτοῖς καὶ εὐτελέσι, φυομένοις ἐν ταῖς ἐρημίαις καὶ μηδεμιᾶς ἐπιμελείας τυγχάνουσιν. ϛʹ. Ἔστι γὰρ, φησὶν, ἡ ἀγριομυρίκη, ἡ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψεται, ὅταν ἔλθῃ τὰ ἀγαθά. Καὶ κατασκηνώσει ἐν ἁλίμοις, ἐν γῇ ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικιεῖται. Τὸ δὲ «ἐν ἁλίμοις» ὁ Σύρος «ἐν φωλεοῖς» ἡρμήνευσε· διὰ πάντων δὲ τῶν εἰρημένων, τὸ ἀκερδὲς τοῦ τοιούτου κέρδους ἐδήλωσεν. Ἀπεικάζει δὲ τὸν τῷ Θεῷ πεποιθότα, καὶ παραβάλλει φυτῷ διηνεκῶς ἀρδομένῳ, καὶ μὴ βλαπτομένῳ ὑπὸ καύματος σφοδροτάτου, ἀεὶ δὲ ὥριμον φέροντι τὸν καρπόν. Ταῦτα δὲ οὐ μάτην εἶπεν, ἀλλὰ παραινῶν μὴ τῇ Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, ἀλλὰ διὰ τῆς τοῦ βίου μεταβολῆς τὴν θείαν ῥοπὴν ἐπισπάσασθαι. θʹ, ιʹ. Βαρεῖα ἡ καρδία παρὰ πάντα· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ἐτάζων καρδίας, δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτῶν. Ἀνθρώποις μὲν, φησὶν, ἀκατάληπτα τὰ τοῦ πέλας βουλεύματα· κέκρυπται γὰρ τῆς καρδίας κινήματα· ἐμοὶ δὲ τῷ ποιητῇ δῆλα καὶ ταῦτα· οὐ γὰρ μόνοις