Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.605
Not analysed yet
πράγμασιν, ἀλλὰ καὶ λογισμοῖς δικάζω, καὶ ἴσην καὶ δικαίαν ἐκφέρω τὴν ψῆφον. Πάλιν ἐπὶ τὸν Βαβυλώνιον τὸν λόγον μετήνεγκεν. ιαʹ. Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε· ποιῶν πλοῦτον αὑτοῦ οὐ μετὰ κρίσεως. Τῶν περδίκων οἱ θηρευταὶ τιθασσεύουσι πέρδικας, καὶ διὰ τῆς τούτων φωνῆς τοὺς ὁμογενεῖς συγκαλοῦσιν· οἱ δὲ, συντρέχοντες περιπίπτουσι τοῖς θηράτροις. Τούτῳ τὸν Βαβυλώνιον ἀπείκασε, δεσπόζειν μὲν πάντων ἀνθρώπων πειρώμενον, πλοῦτον δὲ ἄδικον ἀθροίζοντα. Προλέγει δὲ καὶ τὰ συμβησόμενα αὐτῷ σκυθρωπά. «Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτὸν, καὶ ἐπ' ἐσχάτων αὑτοῦ ἔσται ἄφρων.» Ταῦτα καὶ ὁ θεσπέσιος ἐδίδαξεν ἡμᾶς Δανιήλ· μανίᾳ γὰρ περιέπεσε, καὶ θηριώδης ἐγένετο, καὶ ἐξελάσθη τῆς βασιλείας. ιβʹ. Θρόνος δόξης ὑψούμενος. Ἐστερήθη δὲ καὶ τὸν θρόνον. Ὑψηλὸν ἁγίασμα ἡμῶν ἐξ ἀρχῆς· τόπος ἁγιάσματος ἡμῶν. (ιγʹ.) Ὑπομονὴ Ἰσραήλ. Σὺ δὲ, φησὶ, Δέσποτα, τὸ ἡμέτερον ἁγίασμα, ἡ τοῦ τόπου ἡμῶν περιφάνεια, αἰώνιον ἔχεις τὸ κράτος. Σὲ τοίνυν ὑπομενοῦμεν. Σὺ γὰρ ἡμῖν παρέξεις τῶν λυπηρῶν τὴν ἀπαλλαγήν· οἱ γὰρ καταλιπόντες σε αἰσχύνης πάσης πλησθήσονται. ιδʹ. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι· ὅτι καύχημά μου εἶ σύ. Ἐμαυτὸν ἐγὼ τῇ σῇ προνοίᾳ προσάγω, καὶ τῆς παρὰ σοῦ σωτηρίας ἱκετεύω τυχεῖν. ιεʹ, ιϛʹ. Ἰδοὺ αὐτοὶ λέγουσι πρός με, Ποῦ ἔστιν ὁ λόγος Κυρίου; ἡκέτω. Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν. Ἐπιμέμφονται τῇ βραδύτητι τῆς τιμωρίας, καὶ ψευδῆ τὴν προφητείαν νομίζουσι, σοῦ ἀναβαλλομένου τὴν τιμωρίαν· ἐγὼ δὲ, οὐδὲ ταύτην αὐτῶν τὴν ἀναλγησίαν ὁρῶν ἐβουλήθην αὐτοὺς περιπεσεῖν τοῖς κακοῖς· τοῦτο γὰρ λέγει· Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. (ιζʹ.) Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ. «Ἡμέραν πονηρὰν» τὴν κατ' αὐτοῦ γενομένην ἐπανάστασιν καλεῖ. Καὶ παρακαλεῖ τῆς τοῦ Θεοῦ κηδεμονίας τυχεῖν· καὶ ἐκείνους μὲν διαμαρτεῖν τῶν ἐπιχειρημάτων, καὶ καταισχυνθῆναι, αὐτὸν δὲ τῆς ἐπιβουλῆς ἀναφανῆναι κρείττονα. Μετὰ ταῦτα κελεύεται ὁ προφήτης τὰς βασιλικὰς πύλας καταλαβεῖν, καὶ πᾶσι παρεγγυῆσαι, καὶ βασιλεῦσι, καὶ ἰδιώταις, τὸν περὶ τοῦ Σαββάτου μὴ παραβαίνειν νόμον, ἀλλὰ τῇ ἀργίᾳ