Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.608
Not analysed yet
τήνδε τὴν ἡμέραν τιμῆσαι, καὶ τῶν πατέρων μὴ ζηλῶσαι τὴν ἀπείθειαν· τούτου γὰρ γινομένου, φησὶ, τῶν τῆς εἰρήνης καρπῶν ἀπολαύσεσθε, καὶ συνδραμοῦνται πάντοθεν οἱ τῷ Θεῷ τὰς θυσίας ἐν εἰρήνῃ προσφέροντες. Ὑμῶν δὲ παραβαινόντων τῆς ἀργίας τὸν νόμον, καὶ φορτία κομιζόντων ἐν τῇ τοῦ Σαββάτου ἡμέρᾳ, οὐ τὰς πύλας μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν πόλιν παραδώσω πυρί. ΚΕΦΑΛ. ΙΗʹ. Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, παρακελεύεται τῷ προφήτῃ εἰς τὸ τοῦ κεραμέως εἰσελθεῖν καταγώγιον. Ποιεῖ δὲ τὸ προσταχθὲν ὁ προφήτης, καὶ θεωρεῖ τὸν κεραμέα σκεῦός τι διαπλάττοντα· εἶτα τοῦτο διαπεσὸν καὶ συντριβὲν ἄνωθεν νεουργοῦντα. δʹ. Καὶ ἔπεσε γὰρ, φησὶ, τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐκ τοῦ πηλοῦ, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. Οὕτω δείξας τὸν κεραμέα τοῦ πηλοῦ τὴν ἐξουσίαν ἔχοντα, καὶ ὡς ἂν ἐθέλῃ, κατασχηματίζοντα τοῦτον, πρὸς τὸν προφήτην φησίν· Εἰπὲ αὐτοῖς· ϛʹ. Εἰ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δύναμαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραήλ; φησὶ Κύριος. Ἰδοὺ ὡς πηλὸς ἐν χειρὶ τοῦ κεραμέως, οὕτως ὑμεῖς ἐν ταῖς χερσί μου ἐστὲ, οἶκος Ἰσραήλ. Καθάπερ γὰρ ἐκεῖνος καὶ φῦραι δύναται τὸν πηλὸν, καὶ σχηματίσαι τοῦτον, ὡς ἂν ἐθέλῃ· οὕτως ἐμοὶ ῥᾴδιον, καὶ τιμωρίᾳ παραδοῦναι, καὶ σωτηρίαν χαρίσασθαι, καὶ τοὺς ἐν εὐπραξίᾳ συμφοραῖς παραδοῦναι, καὶ αὖ πάλιν τοῖς ἐν δυσκληρίᾳ εὐημερίαν χαρίσασθαι. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ζʹ, ηʹ. Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ καθελεῖν, καὶ τοῦ ἀπολλύειν. Καὶ ἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ κακῶν αὑτῶν· καὶ μετανοήσω ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς. Μὴ ἀπαγορεύσητε, φησὶ, τὴν σωτηρίαν· καὶ γὰρ εἰ καταψηφίσομαι ἔθνους, καὶ ἀπειλήσω τιμωρίαν ἐσχάτην, ἴδω δὲ αὐτῶν τὴν μεταμέλειαν, οὐκ ἐπάγω τὴν τιμωρίαν, ἀλλ' ὀρέγω τὸν ἔλεον. Κἂν πάλιν ὑπόσχωμαι ἀγαθῶν ἀφθονίαν, καταφρονήσαντες δὲ ἐκεῖνοι πονηρίαν ἀσπάσωνται, οὐ περανῶ τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Τοῦτο τοίνυν εἰδότες, φησὶ, μὴ ἀπαγορεύσητε τὰ χρηστότερα, ἀλλὰ προσενέγκατε τὴν μετάνοιαν, καὶ τὴν σωτηρίαν καρπώσασθε. ιαʹ. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, πλάσσω ἐφ' ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφ' ὑμᾶς λογισμόν· ἀποστραφήτω ἕκαστος ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ καλ-