Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.609
Not analysed yet
λίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ τὰς ὁδοὺς ὑμῶν. Ἀλλ' αὐτὸς μὲν φιλάνθρωπος ὢν, τοιαῦτα προσενήνοχε φάρμακα· ἐκεῖνοι δὲ τοῦ ἰατροῦ τὰς ὑποθήκας οὐκ ἐδέξαντο. ιβʹ. Ἀλλ' εἶπον, φησὶν, Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὑτοῦ ποιήσομεν. «Ἀποστροφὰς» καλεῖ τὴν τῶν χειρόνων ὁδόν. ιγʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐρωτήσατε ἔθνεσι, Τίς ἤκουσε τοιαῦτα φρικτὰ σφόδρα, ἃ ἐποίησε παρθένος θυγάτηρ Ἱερουσαλήμ; Παρθένον αὐτὴν καλεῖ, οὐχ ὡς οὐκ ἀκόλαστον, ἀλλ' ὡς ὡραϊζομένην, καὶ ἐπὶ τῷ κάλλει σεμνυνομένην. ιδʹ. Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλίνει ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; Αἱ πηγαὶ, φησὶν, ἀπαύστως ἀναβλύζουσιν, ὁ Λίβανος ἔχει τὴν χιόνα διηνεκῶς, τὸ ῥύμῃ φερόμενον ὕδωρ τετριμμένην τρίβον ὁδεύει· οὗτοι δὲ τοῦ νόμου κατέλιπον τὴν ὁδὸν, καὶ τῶν ἐμῶν ἐντολῶν οὐδεμία παρ' αὐτοῖς μνήμη· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ιεʹ. Ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενοῦσιν ἐν ταῖς ὁδοῖς αὑτῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιβῆναι τρίβον οὐκ. ἔχουσαν ὁδὸν εἰς πορείαν. Ἐπενόησαν, φησὶν, ἀτραποὺς οὐκ ἐξ ἀρχῆς τετριμμένας, καὶ ταύτας αἰωνίους ἀπέφηναν ὁδούς· ἀντὶ τοῦ, ταύταις ἀεὶ κεχρημένοι διατελοῦσιν. Οὗ χάριν αὐτῶν ἐρημίᾳ παραδώσω τὴν γῆν· τοῦτο γὰρ ἐπήγαγεν. ιϛʹ. Τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ εἰς συρισμὸν αἰώνιον. Ὁ συρισμὸς τὴν ἐρημίαν τῆς πόλεως δηλοῖ· οἱ γὰρ εὐπραγοῦσαν τὴν πόλιν ἰδόντες, εἶτα ἐρημωθεῖσαν θεώμενοι, συρίζειν εἰώθασι, καὶ ταύτῃ δεικνύειν τὴν συμφοράν. ιζʹ. Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. Οὐδὲ φειδοῦς, φησὶ, παρὰ τῶν δυσμενῶν ἀπολαύσουσιν· ἀλλὰ μισήσουσιν αὐτοὺς, καθάπερ τις τὸν καύσωνα ἀποστρέφεται. «Αὐχένα καὶ οὐ πρόσωπον δείξω αὐτοῖς ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν.» Ἴδιον γὰρ τῶν δορυαλώτων, καὶ τῶν δούλων, τὸ κύπτειν εἰς γῆν, ὡς μᾶλλον αὐτῶν τὸν αὐχένα ἢ τὸ πρόσωπον φαίνεσθαι. Καὶ ἄλλως δὲ δυνατὸν νοῆσαι· τῶν γὰρ ἀπεστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶμεν· δηλοῖ τοίνυν ὁ λόγος τοῦ Θεοῦ τὴν ἀποστροφήν. Τὰ μὲν οὖν ἐκείνοις ἀπειληθέντα τοιαῦτα· ἡμῖν δὲ γενέσθω φάρμακα τὰ ἐκείνων παθήματα·