Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.612
Not analysed yet
ἵνα ταῖς τῶν ἄλλων τιμωρίαις σωφρονισθέντες, καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους, ἵλεων τὸν νομοθέτην ἔχοιμεν εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΜΟΣ Εʹ. ιηʹ. Καὶ εἶπον· Δεῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. Τρία μαρτυροῦσιν αὐτῷ τὰ μέγιστα, ἱερωσύνην, καὶ προφητείαν, καὶ σύνεσιν· καὶ ἑκάστου χαρίσματος ἴσασι τὸ δυνατόν τε καὶ ἀψευδές. Καὶ δέον εἴκειν τοῖς λεγομένοις, οὐ μόνον ἐκεῖνοι ἀντιλέγουσιν, ἀλλὰ καὶ θάνατον τυρεύουσι. «Δεῦτε γὰρ, φησὶ, πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσώμεθα πάντας τοὺς λόγους αὐτοῦ.» Τοσοῦτον αὐτοὺς ἀπέκνει καὶ αὐτὰ τοῦ Θεοῦ τὰ ῥήματα· τὸ δὲ «Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ,» ἀντὶ τοῦ «Συκοφαντίαν ὑφάνωμεν κατ' αὐτοῦ.» Τούτων αἰσθόμενος ὁ προφήτης, τὸν Θεὸν ἱκετεύει γενέσθαι κριτὴν, καὶ ἀναμιμνήσκει αὐτὸν ὧν πολλάκις ὑπὲρ αὐτῶν προσενήνοχε πρεσβειῶν. Εἶτα εὐκτικῶς μὲν σχηματίζει τὸν λόγον, προλέγει δὲ τὸν ὑπὸ τοῦ λιμοῦ γενησόμενον θάνατον, καὶ τὰς ὑπὸ τῶν πολεμίων γενησομένας σφαγὰς, καὶ τὰ ἄλλα τὰ ἐν τοῖς πολέμοις γιγνόμενα. ΚΕΦΑΛ. ΙΘʹ. Ταῦτα εἰπὼν, καὶ τὰ τούτοις παραπλήσια, κελεύεται λαβεῖν βῖκον ὀστράκινον, καὶ ἐξελθεῖν εἰς τὸ πολυάνδριον, μετὰ τῶν ἱερέων καὶ τῶν τοῦ λαοῦ πρεσβυτέρων, καὶ ἀπειλῆσαι πάλιν τῇ πόλει τὸν ὄλεθρον, καὶ τῆς τῶν εἰδώλων ἀναμνῆσαι θεραπείας. Προεῖπε δὲ καὶ τὰ ἀπὸ τῆς πολιορκίας τεχθησόμενα κακὰ, καὶ τῶν ἀναγκαίων τὴν σπάνιν· καὶ μετὰ ταῦτα πάντα συντρίψαι τὸν βῖκον, καὶ εἰπεῖν· ιαʹ. Οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην· καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. Ἀπειλεῖ δὲ καὶ τῇ βασιλικῇ οἰκίᾳ τὴν κατάλυσιν, καὶ πάσῃ τῇ πόλει τὴν ἐρημίαν· ἐπειδήπερ οὐ μόνον δημοσίᾳ, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς οἰκίαις, σπονδὰς τοῖς εἰδώλοις καὶ θυσίας προσέφερον. Καὶ αὐτὸ δὲ τὸ τῶν εἰδώλων χωρίον ταφὴ τῶν ἀνῃρημένων γενήσεται. «Θάψουσι γὰρ ἐν τῷ Τωφὲθ, διὰ τὸ μὴ ὑπάρχειν ποῦ