Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.613
Not analysed yet
θάψαι.» Διὰ δὲ τούτου τὸ πλῆθος τῶν ἀνῃρημένων ἐδήλωσεν. Ἐπανιόντι δὲ τῷ προφήτῃ πάλιν ἐκέλευσεν ὁ Δεσπότης ἐν τῇ καθιερωμένῃ αὐλῇ πᾶσι τὴν προφητείαν προσενεγκεῖν, καὶ προφητεῦσαι τῇ τε πόλει ἐκείνῃ, καὶ πάσαις ταῖς ὑπηκόοις πόλεσί τε καὶ κώμαις, τὴν ἐρημίαν. ΚΕΦΑΛ. Κʹ. αʹ. Τοῦτον δὲ τὸν λόγον ὁ Πασχὼρ ἀκούσας, ἀρχιερεὺς δὲ οὗτος ἐτύγχανεν ὢν, οὐ μόνον ᾐκίσατο τὸν προφήτην, ἀλλὰ καὶ καθεῖρξεν. βʹ. Ἐπάταξε γὰρ, φησὶ, Πασχὼρ τὸν προφήτην Ἱερεμίαν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην. Ὑπόγειον δέ τινα τόπον λέγει· πολλὰ δὲ τοιαῦτα εἶχεν οἰκήματα ὁ ὑπὸ Σολομῶντος οἰκοδομηθεὶς νεώς. Ἐξαγαγὼν δὲ αὐτὸν τῇ ὑστέρᾳ, ἤκουσεν αὐτοῦ πάλιν λέγοντος· «Οὐχὶ Πασχὼρ Κύριος ἐκάλεσε τὸ ὄνομά σου, ἀλλ' ἢ μέτοικον κυκλόθεν.» Οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ τοὺς φίλους αὐτοῦ δορυαλώτους γενήσεσθαι λέγει, καὶ μετὰ τὴν αἰχμαλωσίαν ἀναιρεθήσεσθαι. Καὶ μέντοι καὶ πάντα τὸν λαὸν τῷ Ναβουχοδονόσορ ἀπειλεῖ παραδώσειν. Ταῦτα τοίνυν διὰ πλειόνων εἰρηκὼς ὁ προφήτης, δυσχεραίνει τὰς κατ' αὐτοῦ συνεχῶς γιγνομένας ἐπαναστάσεις, καὶ τῇ τοῦ συνειδότος θαῤῥῶν καθαρότητι, παῤῥησίᾳ χρᾶται πρὸς τὸν Δεσπότην, καί φησιν· ζʹ. Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην ἐκράτησάς με, καὶ ἠδυνήθης. Ἔφυγον, φησὶ, τὴν προφητείαν, εἶπα εἶναι νεώτερος, καὶ μὴ ἀρκεῖν εἰς τήνδε τὴν ὑπουργίαν, καὶ ὑπέσχου κρείττονά με ποιήσειν τῶν πολεμούντων, καὶ τείχει χαλκῷ καὶ στύλῳ σιδηρῷ παραπλήσιον δείξειν· καὶ νῦν γέγονα καταγέλαστος· τοῦτο γὰρ λέγει· «Ἐγενόμην εἰς γέλωτα πᾶσαν ἡμέραν· διετέλεσα μυκτηριζόμενος.» ηʹ. Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγένετο ὁ λόγος Κυρίου ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν. Δάκνουσι τὸν προφήτην, οὐχὶ αἱ εἰς αὐτὸν γιγνόμεναι ταλαιπωρίαι τε καὶ αἰκίαι, ἀλλ' αἱ κατὰ τῶν θείων λογίων τολμώμεναι κωμῳδίαι. θʹ. Καὶ εἶπον· Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Ἀντὶ τοῦ, οὐ μὴ προφητεύσω, οὐδ' οὐ μὴ προσενέγκω τοῖς ἀπειθοῦσι τοῦ Θεοῦ τὴν πρόῤῥησιν. «Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου, ὡς πῦρ καιόμενον, καὶ φλεγόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν.» Τοῦτο καὶ ὁ θεῖος ὑπέμεινε Παῦλος ἐν ταῖς Ἀθήναις