Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.616
Not analysed yet
ἡνίκα ἐσιώπα· «Συνείχετο γὰρ, φησὶ, τὸ πνεῦμα τοῦ Παύλου θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.» Τοῦτο πάσχει καὶ ὁ προφήτης· ἡ γὰρ προφητικὴ χάρις συνεῖχεν αὐτὸν φθέγξασθαι μὴ βουλόμενον. Εἶτα διηγεῖται ὅπως οὐ μόνον ἐταλαιπωροῦντο αὐτὸν καὶ ᾐκίζοντο· ἀλλὰ καὶ ἑτέραν ἐπιβουλὴν ἐκάττυον, ἐξαπατῆσαι αὐτὸν, καὶ ἀποστῆσαι πειρώμενοι τοῦ Θεοῦ. Εἶπον γὰρ, φησίν· «Ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ, τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.» Τίς ἂν ἀξίως θρηνήσειεν τῆς πονηρίας τὰς ἐπινοίας; Ὁ μέντοι προφήτης οὐχ ἑαυτῷ θαῤῥεῖ, ἀλλὰ τὴν θείαν ἐπικουρίαν ὑμνεῖ, καί φησι. ιαʹ. Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων. Διδάσκει δὲ καὶ τῆς θείας ἐπικουρίας τὴν νίκην. «Διὰ τοῦτο ἐδίωξαν, καὶ οὐκ ἠδυνήθησαν νικῆσαι· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν νοῆσαι ἀτιμίας αὑτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται.» Εἶτα αἰτεῖ πάλιν γενέσθαι κριτὴν τὸν Θεὸν, καὶ ἀπαιτῆσαι αὐτοὺς δίκας τῶν ἐπιχειρημάτων ἀξίας· ἀνιώμενος δὲ, καὶ λίαν ἀλγυνόμενος καὶ τὴν παροῦσαν δυσχεραίνων ζωὴν, πρῶτον ὑμνεῖ τὸν τῶν ὅλων Θεὸν, καὶ τηνικαῦτα ἐπαρᾶται τῇ τῶν μητρῴων ὠδίνων ἡμέρᾳ. ιγʹ. ᾌσατε γὰρ, φησὶ, τῷ Κυρίῳ, αἰνέσατε αὐτὸν, ὅτι ἐξείλετο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. Προτάττει τὸν ὕμνον, ἵνα πᾶσαν ἀφορμὴν βλασφημίας ἐκβάλῃ. Εἶτά φησιν· ιδʹ, ιεʹ. Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου. Καὶ ἐπικατάρατος ὁ ἄνθρωπος, ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· Ἐτέχθη σοι υἱὸς ἄρσην· μὴ εὐφραινόμενος ἔστω. Εἰώθασιν οἱ ἄνθρωποι, λίαν ὀδυρόμενοι, τῶν παρισταμένων ἐπιλαμβάνεσθαι, καὶ ταῖς χερσὶν ἀποθλίβειν· ἔστι δὲ ὅτε καὶ προσαράσσειν τὰς χεῖρας, τῆς ὀδύνης ἀναγκαζούσης· τοῦτο πέπονθε καὶ ὁ προφήτης. Ἐκ γὰρ τῆς ὑπερβαλλούσης ὀδύνης τῆς ἡμέρας ἐπελάβετο, χρήματος ἀνυποστάτου, καὶ τοῦ τῷ πατρὶ τὸν τόκον μηνύσαντος. Καὶ οὐδὲ ἴδιός τις ἦν οὗτος· εἰκὸς δὲ μηδὲ μηνύσαι τινά. Προστίθησι δὲ, ὅτι καὶ ἄμεινον ἦν μοι ἐν τῇ μήτρᾳ τελευτῆσαι, καὶ νεκρὸν προελθεῖν, ἢ ταῖς παντοδαπαῖς ταύταις περιπεσεῖν συμφοραῖς. ΚΕΦΑΛ. ΚΑʹ. αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, ὅτε ἀπέστειλε πρὸς αὐτὸν Σεδεκίας ὁ