Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.617
Not analysed yet
βασιλεὺς τὸν Πασχὼρ υἱὸν Μελχίου, καὶ τὸν Σοφονίαν υἱὸν Βαασαίου τὸν ἱερέα. Ἕτερος οὗτος Πασχώρ· Μελχίου γὰρ οὗτος· ὁ δὲ κατηγορηθεὶς, Ἐμμὴρ υἱός. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ κατὰ τάξιν κεῖνται αἱ προφητεῖαι· ἐνταῦθα γὰρ τὰ ἐπὶ Σεδεκίου προφητεύει· μετ' ὀλίγον δὲ, τὰ ἐπὶ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, οἳ πρὸ τοῦ Σεδεκίου ἐβασίλευσαν· ὁ μέντοι Σεδεκίας, ὑπὸ τοῦ Ναβουχοδονόσορ πολιορκούμενος, παρακαλεῖ τὸν προφήτην αἰτῆσαι τοῦ Θεοῦ τὴν βοήθειαν· ὁ δὲ προφήτης θεσπίσαι κελεύεται ταῦτα· δʹ, εʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ ἀποστρέφω τὰ ὅπλα τὰ πολεμικὰ ἐν ταῖς χερσὶν ὑμῶν, ἐν αἷς ὑμεῖς πολεμήσετε τὸν βασιλέα Βαβυλῶνος, καὶ τοὺς Χαλδαίους, τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ εἰσάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης. Καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτεταμένῃ, καὶ ἐν βραχίονι ὑψηλῷ, μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροξυσμοῦ μεγάλου. Ἀνόνητα, φησὶν, ὑμῖν ἔσται τὰ ὅπλα, ἐμοῦ στρατηγοῦντος τῶν πολεμίων, καὶ μετ' ἐκείνων καθ' ὑμῶν παραταττομένου. Εἶτα λέγει, ὡς ἅπαντα παραδώσει λιμῷ καὶ θανάτῳ, καὶ αἰχμαλωσίᾳ, καὶ μετὰ τούτων αὐτὸν τὸν βασιλέα Σεδεκίαν τοῖς πεζαιτέροις καὶ δορυφόροις, καὶ τοὺς μὲν κατασφάξουσι, τοὺς δὲ δορυαλώτους ἀπάξουσι· τῷ δέ γε λαῷ φάναι ταῦτα παρεγγυᾷ· ηʹ. Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. Εἶτα διδάσκει, ὡς ὁ ἐν τῇ πόλει μένων, καὶ τοῖς πολεμίοις ἀντιτασσόμενος, ὁδεύσει τὴν ὁδὸν τοῦ θανάτου· ὁ δὲ πρὸς τούτους αὐτόμολος ἀπελθὼν, ζωῆς ἀπολαύσεται. Ταύτην γὰρ κατὰ τῆς πόλεως ἐξενήνοχα τὴν ψῆφον, ὥστε αὐτὴν τῷ τῶν πολεμίων παραδοθῆναι πυρί. Καὶ ταῦτα δὲ ἀπειλήσας παραινεῖ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, τοῦ δικαίου φροντίζειν, καὶ ἴσην ἐκφέρειν τοῦ δικαίου τὴν ψῆφον, καὶ τοῖς ἀδικουμένοις ἐπαμῦναι, καὶ τούτῳ τῷ τρόπῳ τὴν ἐπιφερομένην τιμωρίαν ἐπισχεῖν. ιγʹ. Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν πεδινὴν, φησὶ Κύριος· Ἀντὶ τοῦ, μεταξὺ ὀρῶν κειμένην ἐν κοίλῳ τόπῳ· οὕτω γὰρ καὶ ὁ Σύρος ἡρμήνευσε· λέγει δὲ τὴν Ἱερουσαλήμ· ταύτην γὰρ ἔχει τὴν θέσιν· Σὸρ δὲ συνοχὴ ἑρμηνεύεται, καὶ πάλιν πέτρα· συνέχεται δὲ ὑπὸ ὀρῶν ἥδε ἡ πόλις. «Τοὺς λέγοντας· Τίς πατάξει ἡμᾶς; ἢ τίς ἐλεύσεται εἰς τὸ κατοικητήριον ἡμῶν;» Τὴν θρασύτητα αὐτῶν, καὶ τὸ μάταιον θράσος διδάσκει. Εἶτα ἀπειλεῖ, πυρὶ καταφλέξειν αὐτῆς τὸν δρυμόν. Δρυμὸν δὲ καλεῖ, καὶ τῶν οἰκημάτων, καὶ τῶν οἰκητόρων πλῆθος·