Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.620
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΚΒ αʹ. Μετὰ ταῦτα κελεύει πάλιν τῷ προφήτῃ καταλαβεῖν τὰ βασίλεια, καὶ εἰσηγήσασθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ὥστε δικαίως δικάζειν, καὶ ἀδέκαστον ἐκφέρειν τὴν ψῆφον, τῶν χηρείαν ὀδυρομένων καὶ πατέρων ἐστερημένων προμηθεῖσθαι σπουδαίως, καὶ μιαιφονίας ἀπέχεσθαι, καὶ φεύγειν τὴν προτέραν ἀσέβειαν· καὶ ταῦτα ποιοῦσιν ὑπισχνεῖται εἰρήνην καὶ εὐπραξίαν καὶ τῇ βασιλείᾳ τὸ διαρκές. εʹ. Ἐὰν δὲ μὴ ποιήσητε σὺν τοῖς λόγοις τούτοις, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἔρημον ἔσται ὁ οἶκος οὗτος. Τὸν ὅρκον εἰς βεβαίωσιν τῶν εἰρημένων προστέθεικε· τὸ δὲ, «Κατ' ἐμαυτοῦ ὤμοσα,» δείκνυσι τὸ τοῦ ὀμόσαντος ἀνυπέρβλητον· καὶ γὰρ ὁ θεῖος Ἀπόστολός φησιν· «Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπε, Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος.» Προστίθησι δὲ καὶ ταῦτα τῇ ἀπειλῇ· ϛʹ. Τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου τοῦ βασιλέως Ἰούδα· Γαλαὰδ, σύ μοι ἀρχὴ τοῦ Λιβάνου. Λίβανον τὴν Ἱερουσαλὴμ καλεῖ· Γαλαὰδ δὲ τὰ ἐν ταύτῃ βασίλεια. Ἔστι δὲ χωρίον ἐν τῷ Λιβάνῳ οὕτω ὀνομαζόμενον· ἔστι δὲ καὶ ἑτέρα Γαλαὰδ τῆς Ἰσραηλίτιδος γῆς· ἀλλ' ἡγοῦμαι νῦν τῇ ἐν τῇ Λιβάνῳ ἀπεικασθῆναι τὰ βασίλεια, διὰ τὴν ἐν αὐτοῖς τολμηθεῖσαν ἀσέβειαν· οὗ χάριν καὶ ἐρημίαν αὐτοῖς παντελῆ ἀπειλεῖ. ζʹ. Ἁγιάσω γὰρ, φησὶν, ἐπὶ σὲ ὀλοθρεύοντας. Τὸ «ἁγιάσω» ἀντὶ τοῦ «ἀφορίσω·» τοῦτο γὰρ καὶ διὰ Ἡσαΐου λέγει, «Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς,» ἀντὶ τοῦ «ἀφωρισμένοι·» καὶ τὸν περὶ τούτου λόγον ἐν τῇ τοῦ θείου Ἡσαΐου ἑρμηνείᾳ διὰ πλειόνων τεθείκαμεν. «Ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου, καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.» Ἐπεὶ τοῦ Λιβάνου ἐμνημόνευσεν, ἐπέμεινε τῇ τροπῇ· κέδρους δὲ καλεῖ τοὺς ἄρχοντας, τοὺς ἐπὶ ῥώμῃ μέγα φρονοῦντας. Εἶτα προλέγει τῆς πόλεως τὴν ἐρημίαν, καὶ ὅτι θαυμάσονται οἱ ὁρῶντες, καὶ πυνθανόμενοι τῶν κακῶν τὴν αἰτίαν, μαθήσονται τῶν οἰκητόρων τὴν πονηρίαν, καὶ ὅτι δι' ἐκείνους ἡ πόλις ταύτην παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο. Παρακελεύεται δὲ μὴ θρηνεῖν τὸν τεθνηκότα, ἀλλὰ τὸν ζῶντα, ὡς μετοικιζόμενον, καὶ πικρᾷ δουλείᾳ παραδιδόμενον. ιαʹ, ιβʹ. Τάδε λέγει Κύριος ἐπὶ Σεελὴμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα, τὸν βασιλεύσαντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὑτοῦ. Ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου. Οὐκ ἀναστρέψει οὐκέτι· ἐν τῷ