Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.621
Not analysed yet
τόπῳ οὗ μετῴκισαν αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. Σεελὴμ, οὐχ ὥς τινες ὑπέλαβον, τὸν Ἰωακεὶμ λέγει, ἀλλὰ τὸν Ἰωάχαζ. Οὗτος γὰρ ἐβασίλευσεν ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὑτοῦ· τοῦτον καὶ εἰς Αἴγυπτον δορυάλωτον ἐπήγαγεν ὁ Φαραὼ Νεχαώ· ὁ γὰρ Ἰωακεὶμ ἐν τῇ Ἱερουσαλὴμ κατεσφάγη· καὶ τοῦτο ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης διδάσκει, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα. ιγʹ. Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὑτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὑτοῦ οὐκ ἐν κρίματι. Οὐ τὸ οἰκοδομεῖν αἰτιᾶται, ἀλλὰ τὸ ἀδίκως οἰκοδομεῖν· διδάσκει γὰρ τοῦτο καὶ τὰ ἑξῆς. «Παρ' αὐτῷ ὁ πλησίον αὐτοῦ ἐργάζεται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.» ιδʹ. ᾨκοδόμησας σεαυτῷ οἶκον σύμμετρον. Τὸ σύμμετρον οὐκ ἐπὶ τοῦ μικροῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ τὴν ἀναλογίαν ἔχοντος μήκους τε καὶ εὔρους καὶ ὕψους· ὅτι γὰρ μέγεθος τῇ οἰκίᾳ μαρτυρεῖ, δηλοῖ τὰ ἐπαγόμενα· «Ὑπερῷα εὐρύχωρα, διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ.» ιεʹ. Μὴ βασιλεύσεις, ὅτι σὺ ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Κέδρον τὸν Ἰωσίαν ἐκάλεσεν, ἐσχηκότα τῆς βασιλείας τὸ διαρκές· ἐπιμέμφεται δὲ τῷ Σεελὴμ, ὃς καὶ Ἰωάχαζ ὀνομάζεται, ὅτι τὸ μὲν ὕψος ἐμιμεῖτο τῆς κέδρου, τὸ δὲ ἄσηπτον αὐτῆς οὐκ ἐζήλωσεν, ἀλλ' ἐπὶ τῇ βασιλείᾳ κατεφρόνησε· καὶ διδάσκων, ὡς ὁ Θεὸς οὐ τῇ οἰκοδομίᾳ ἐπιμέμφεται, ἀλλὰ τῇ ἀσεβείᾳ, ἐπήγαγεν· «Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα καὶ δικαιοσύνην, τότε ἀγαθὸν ἦν αὐτῷ;» ιϛʹ. Ἔκρινε κρίσιν ταπεινοῦ καὶ πένητος, καὶ καλῶς ἦν αὐτῷ τότε· μὴ οὐ τοῦτό ἐστι τὸ εἰδέναι με; λέγει Κύριος. Τῷ εὐαγγελικῷ τοῦτο ἔοικε λόγῳ· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· ὅτι τὸ μισεῖν τὴν ἀδικίαν, καὶ τοῖς ἀδικουμένοις ἐπαμύνειν, τεκμήριόν ἐστι τοῦ εἰδέναι με τὸν ταῦτα ποιοῦντα. ιζʹ. Σοῦ γὰρ ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοὶ ὀρθοὶ, οὐδὲ ἡ καρδία καλή. Εἶτα κατηγορεῖ τῆς πλεονεξίας αὐτοῦ, καὶ τῆς μιαιφονίας· πρὸς δέ γε τούτοις καὶ τῆς συκοφαντίας, δι' ἧς καὶ τοὺς φόνους εἰργάζετο.