Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.624
Not analysed yet
ιηʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα. Ἐνταῦθα κατὰ τάξιν ἡ προφητεία κεῖται· μετὰ γὰρ δὴ τὸν Ἰωάχαζ, Ἰωακεὶμ ἐβασίλευσεν, υἱὸς ὢν καὶ αὐτὸς Ἰωσίου τοῦ βασιλέως· προλέγει δὲ καὶ τούτου τὸν ὄλεθρον. «Οὐ μὴ κόψωνται αὐτὸν, Οἴμοι κύριε, καὶ, Οἴμοι ἀδελφέ· οὐδὲ μὴ κλαύσωνται αὐτὸν, Ὦ ἀδελφέ· Οἴμοι ἀδελφέ.» ιθʹ. Ταφὴν οὐ ταφήσεται, σηψησθεὶς ὡς κοπρία ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ. Καὶ ἐντεῦθεν δῆλον, ὡς Σεελὴμ οὐκ ἔστιν Ἰωακείμ· περὶ ἐκείνου γὰρ ἔφη, ὅτι «Ταύτην τὴν γῆν οὐκ ὄψεται, ἀλλ' ἐν τῇ μετοικίᾳ τεθνήξεται.» Περὶ δὲ τούτου, ὅτι «Τοῖς τεθνεῶσιν οἰωνοῖς παραπλησίως ἔξω τῆς πύλης ῥιφήσεται.» Σαφέστερον δὲ ταῦτα αἱ ἱστορίαι διδάσκουσιν. Εἶτα τῇ πόλει παρεγγυᾷ, καὶ εἰς τὸν Λίβανον, καὶ τὴν Βασὰν (ὄρη δὲ ταῦτα), ὡσαύτως δὲ καὶ εἰς τὸ πέραν τῆς θαλάσσης δραμεῖν, καὶ βοῆσαι, καὶ τὰς οἰκείας ἀποδύρεσθαι συμφορὰς, ὅτι οὐδεμιᾶς παρὰ τῶν εἰδώλων ἐπικουρίας ἀπήλαυσεν· ἐραστὰς γὰρ αὐτὰ καλεῖ. καʹ. Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· Οὐκ ἀκούσομαι. Ἁμαρτανούσῃ γὰρ συνεβούλευον ἀπαλλαγῆναι τῆς πλάνης, καὶ τὴν εἰσήγησιν οὐκ ἐδέχου. «Αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, ὅτι οὐκ ἤκουσας τῆς φωνῆς μου.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς τῇ ἀπειθείᾳ ἐχρήσω. κβʹ. Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος. Τούς τε πονηροὺς βασιλέας, καὶ τοὺς ψευδοπροφήτας. «Οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ πορεύσονται.» Καὶ αὐτὰ γὰρ τὰ εἴδωλα, ἀργυρᾶ ὄντα, ὡς εἰκὸς, καὶ χρυσᾶ, ἔλαβον οἱ πολέμιοι. «Τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.» Οὐ γὰρ τεύξῃ τῆς παρ' αὐτῶν ῥοπῆς. Εἶτα τῆς προτέρας αὐτοὺς εὐπραξίας ἀναμιμνήσκει. κγʹ. Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις. Ἀντὶ τοῦ, περιφανὴς οὖσα, καὶ περίβλεπτος, καὶ παρὰ πᾶσιν ἀοίδιμος. «Καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.» Ταῦτα συνάψας τῇ περὶ τοῦ Ἰωακεὶμ προφητείᾳ, προλέγει καὶ τῷ Ἰεχονίᾳ τὰ ὅμοια· αὐτὸς δὲ τοῦ Ἰωακεὶμ υἱὸς ἦν, τοῦ δὲ Ἰωσίου ἔγγονος· τρεῖς δὲ μόνους βασιλεύσας μῆνας, αἰχμάλωτος ἀπήχθη μετὰ τῆς μητρὸς, καὶ ἐν Βαβυλῶνι τὸν βίον κατέλυσεν. κδʹ, κεʹ. Ζῶ ἐγὼ, λέγει Κύριος· ἐὰν γενόμενος γένηται Ἰεχονίας, υἱὸς Ἰωακεὶμ βασιλέως Ἰούδα, ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ὅτι ἐκεῖθεν ἐκσπάσω σε. Καὶ παραδώσω σε εἰς