Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.625
Not analysed yet
χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, καὶ εἰς χεῖρας ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ ἐν χειρὶ τῶν Χαλδαίων. Ἐπειδὴ τὴν τῶν προγόνων εὐσέβειαν οὐ μιμούμενοι ἐπὶ τῇ ἐκείνων ἐσεμνύνοντο συγγενείᾳ, τὸν Ἀβραὰμ εἰς μέσον φέροντες, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραὴλ, καὶ τὸν Δαβὶδ, καὶ τὸν Ἐζεκίαν, καὶ τὸν Ἰωσίαν, ἐπισήμους ἄνδρας ἐν ἀρετῇ, τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἐκβάλλει τοῦ Ἰεχονίου τὸ θράσος, καί φησιν· Εἰ καὶ δακτύλιος γένοιτο, καὶ ἐπὶ τῆς δεξιᾶς μου τεθείη χειρὸς, ἐκεῖθεν αὐτὸν ἐκσπάσω, καὶ παραδώσω τοῖς πολεμίοις. Μὴ τοίνυν θαῤῥείτω τῇ τῶν προγόνων ἀρετῇ, τὴν ἐκείνων ἀρετὴν μὴ ζηλώσας. κϛʹ. Καὶ ἀποῤῥίψω σε, καὶ τὴν μητέρα σου, τὴν τεκοῦσάν σε, εἰς γῆν ἑτέραν, εἰς γῆν οὗ οὐκ ἐτέχθητε ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε. Προστέθεικε δὲ, ὡς οὐκ ἀναστρέψουσιν εἰς τὴν γῆν, ἧς ἐφίενται. Λέγει καὶ τὴν αἰτίαν τῆς τιμωρίας. «Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ οὗτος.» Κουφότητα δὲ αὐτοῦ καὶ εὐκολίαν περὶ τοὺς παρανόμους λόγους κατηγορεῖ. κηʹ. Καὶ ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία. Διότι ἐξεῤῥίφη αὐτός τε καὶ τὸ σπέρμα αὐτοῦ, καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει. Εἶτα ὡς τῶν λόγου μετειληφότων οὐκ ἀκουόντων, πρὸς τὴν γῆν τὴν ἄψυχον ποιεῖται τοὺς λόγους. κθʹ, λʹ. Γῆ, γῆ, γῆ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνδρα τοῦτον, ἄνδρα ἐκκήρυκτον, ἄνθρωπον ἀνευόδωτον ἐν ταῖς ἡμέραις αὑτοῦ· ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβὶδ, ἄρχων ἐπὶ Ἰούδαν. Ἔδειξε τῆς Ἰουδαίων βασιλείας τὸ τέλος· καὶ ἀψευδὴς ὁ λόγος· μηδεὶς γὰρ τὸν Ζοροβάβελ εἰς μέσον φερέτω· οὐδὲ γὰρ οὗτος ἐβασίλευσε τοῦ λαοῦ· ἀλλὰ δημαγωγὸς ἦν καὶ στρατηγός· καὶ ὁ Κύριος δὲ τὸ κατὰ σάρκα γένος ἐκ τούτου κατάγων, οὐ τοῖς Δαβιτικοῖς ἐπεκάθισε θώκοις· ἀλλ' «ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ἔχει τοίνυν τὸ ἀψευδὲς ἡ πρόῤῥησις.