Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.628
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ἐντεῦθεν κατηγορεῖ τῶν ποιμένων τούτων, αὐτῶν τῶν βασιλέων, ὡς αἰτίων γενομένων τῆς τῶν προβάτων διασπορᾶς· καὶ αὐτοῖς μὲν τὸν ὄλεθρον ἀπειλεῖ, τοῖς δὲ προβάτοις ἀνάκλησιν. γʹ. Εἰσδέξομαι γὰρ, φησὶ, τοὺς καταλοίπους τοῦ λαοῦ ἀπὸ πάσης τῆς γῆς, ἧς ἔξωσα αὐτοὺς ἐν τῇ νομῇ αὐτῶν, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται. Ἐπαγγέλλεται δὲ καὶ τὰ μείζονα ἀγαθά. δʹ. Καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτοὺς, καὶ οὐ φοβηθήσονται ἔτι, οὐδὲ πτοηθήσονται, οὐδὲ διαφωνήσουσι, λέγει Κύριος. Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐκβέβηκεν· οὐ μὴν πᾶσα ἡ προφητεία· πολλοὶ γὰρ αὐτοῖς ἐπανέστησαν, καὶ οὐ μόνον οἱ γειτονεύοντες, ἀλλὰ καὶ Μακεδόνες ὕστερον, καὶ τὸ τελευταῖον Ῥωμαῖοι· ἡ δὲ πρόῤῥησις τὸ διαρκὲς τῆς χάριτος ἐπαγγέλλεται· οὐκοῦν δῆλον ὡς τὰ μὲν ἐπ' ἐκείνων ἐξέβη, τὰ δὲ ἐπὶ τῶν ἱερῶν ἀποστόλων. Οὗτοι γὰρ μόνοι ἔσχον τὴν τοῦ Πνεύματος δωρεάν. Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα. εʹ, ϛ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται ἡ Ἰουδαία, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς· καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει Κύριος αὐτὸν, Ἰωσεδέκ· αὐτὸς ἐν τοῖς προφήταις. Ταῦτα οἱ ἐμβρόντητοι Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ ἕλκειν ἀναιδῶς ἐπιχειροῦσιν· ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι οὐ βασιλεὺς ἦν ἐκεῖνος, ἀλλὰ δημαγωγός· καὶ Ἰωσεδὲκ ἐκεῖνος οὐκ ἐκαλεῖτο· οὔτε μὴν ἡ ἑρμηνεία τῆς προσηγορίας πρόσφορος ἐκείνῳ· δηλοῖ γὰρ τὸ ὄνομα, «Κύριος δικαιοσύνη ἡμῶν,» ἢ κατὰ τὴν τοῦ Σύρου ἑρμηνείαν, «Κύριε δικαίωσον ἡμᾶς·» οὐδὲν δὲ τούτων ἁρμόττει τῷ Ζοροβάβελ· ἐπειδὴ δὲ τύπος ἦν τοῦ Δεσπότου Χριστοῦ, καὶ τοὺς ἀπὸ Βαβυλῶνος αἰχμαλώτους ἐπανήγαγεν εἰς τὴν Ἰουδαίαν, καθάπερ ὁ Κύριος τοὺς ἐξανδραποδισθέντας ὑπὸ τοῦ διαβόλου πρὸς τὴν ἀλήθειαν μετέθηκε, τυπικῶς εἴ τις ἐκείνῳ προσαρμόσει ταῦτα, οὐδὲν ἀπεικὸς ποιήσει· εἰδέναι μέντοι χρὴ, ὡς ὁ Δεσπότης Ἰησοῦς Χριστὸς, ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, «Ἀνατολὴ δικαία,» καὶ «Βασιλεὺς δίκαιος,» καὶ «Κύριος δικαιοσύνης,» ὑπὸ τῶν προφητῶν κηρύττεται. Ἐντεῦθεν μεταφέρει τὸν λόγον κατὰ τῶν τὰ ψευδῆ προαγορευόντων, καὶ μοιχοὺς ὀνομάζει