Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.629
Not analysed yet
τούτους, ὡς μοιχεύοντας, καὶ τὸν θεῖον διαφθείροντας λόγον. Καλεῖ δὲ αὐτοὺς καὶ αἰτίους τῆς τοῦ λαοῦ πονηρίας· λέγει δὲ καὶ τοὺς ἱερέας κοινωνοὺς αὐτῶν γεγενῆσθαι τῆς ἀσεβείας. Προλέγει δὲ καὶ τὰ συμβησόμενα αὐτοῖς κακὰ, καὶ παραβάλλει αὐτοὺς τοῖς προφήταις τῆς Σαμαρείας, οἳ προφανῶς τῆς Βάαλ ἐκαλοῦντο προφῆται. Καὶ γὰρ οὗτοι, φησὶ, ψευδῶς ἐπαγγειλάμενοι τῷ λαῷ εἰρήνην, αἴτιοι ἐγένοντο τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ διὰ τούτους τὴν Σοδόμων καὶ Γομόῤῥων ἐμιμήσαντο πονηρίαν· οὗ δὴ χάριν· ιεʹ. Ἰδοὺ ἐγὼ ψωμίζω αὐτοὺς ὀδύνας, καὶ ποτίζω αὐτοὺς ὕδωρ πικρὸν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ. Διὰ δὲ τούτων τὰς διαφόρους δεδήλωκε πᾶσι συμφοράς. Παραινεῖ δὲ καὶ τῷ λαῷ μὴ δέχεσθαι τοὺς παρ' ἐκείνων προφερομένους λόγους. ιϛʹ, ιζʹ, ιηʹ. Ἀπὸ καρδίας γὰρ αὑτῶν, φησὶ, λαλοῦσι, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Καὶ ὑπισχνοῦνται εἰρήνην, ἣν οὐκ ἐπηγγειλάμην ἐγώ. Πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὑτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὑτοῦ εἶπον, Οὐχ ἥξει ἐπὶ σὲ κακά. Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσεν αὐτοῦ τὸν λόγον; Τίς ἠνωτίσατο τὸν λόγον αὐτοῦ, καὶ ἤκουσε; Ταῦτα, φησὶ, λέγοντες παραθαῤῥύνουσι τοὺς τῆς πονηρίας ἐργάτας, καὶ ἐπιμένειν τῇ παρανομίᾳ παρασκευάζουσι, καὶ τῶν προφητικῶν λόγων ἐπαΐειν κωλύουσιν. ιθʹ. Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται, εἰς συσσεισμὸν στρεφομένη. Τὰ ἐπάλληλα διὰ τούτων σημαίνει κακὰ, καὶ ὅτι θεήλατα ταῦτα· αὐτὸς γὰρ ὑμῖν ἐπιφέρει τὰς τιμωρίας· εἶτα λέγει καὶ τοὺς πεισομένους· «Ἐπὶ τοὺς ἀσεβεῖς ἥξει.» κʹ. Οὐκ ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως τοῦ ποιῆσαι αὐτὸν τὰ ἐγχειρήματα τῆς καρδίας αὑτοῦ. Ἃ γὰρ προείρηκεν, εἰς πέρας ἥξει. «Ἐπ' ἐσχάτων ἡμερῶν νοήσουσιν αὐτὰ νοήσει.» Ὅταν ἴδωσι τὰ πράγματα, τῶν ῥημάτων ἀναμνησθήσονται. Εἶτα λέγει, ὡς οἱ τὰ ψευδῆ προφητεύοντες αὐτόματοι, καὶ μὴ κελευόμενοι, τοὺς ἐναντίους τῷ λαῷ προσέφερον λόγους. κβʹ. Εἰ γὰρ ἔστησαν, φησὶ, ἐν τῇ ὑποστάσει μου, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδαξαν ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον αὐτοὺς ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. Ἐγὼ δὲ σαφῶς διὰ τοῦ νόμου ἀπηγόρευσα τῆς πονηρίας τὰ εἴδη· εἰ τοίνυν τοῖς ἐμοῖς εἵποντο λόγοις, κατηγόρησαν ἂν τῆς