Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.632
Not analysed yet
τοῦ λαοῦ παρανομίας, καὶ ἐπὶ τὴν ὁδὸν τὴν εὐθεῖαν ἐποδήγησαν. Διδάσκει δὲ αὐτοὺς, ὡς οὐδὲν ἀγνοεῖ τῶν κεκρυμμένων. κγʹ, κδʹ. Θεὸς γὰρ ἐγγίζων, φησὶν, εἰμὶ καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Εἰ κρυβήσεται ἄνθρωπος, κἀγὼ οὐκ ὄψομαι αὐτόν; λέγει Κύριος. Εἶτα διδάσκει τὸ ἀπερίγραπτον. «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.» Εἰ τοίνυν πανταχοῦ παρῶ, πῶς οἴονταί με οἱ ἄνθρωποι ἀγνοῆσαί τι τῶν γιγνομένων; Ἐπιτείνει δὲ πάλιν τὴν κατὰ τῶν ψευδοπροφητῶν κατηγορίαν, ὡς ἐνύπνια διηγουμένων, καὶ τὸν λαὸν ἐξαπατώντων, καὶ τὰ ὅμοια τοῖς τῆς Βάαλ προφήταις ποιεῖν τολμώντων. Εἶτα κελεύει γενέσθαι τὴν σύγκρισιν τοῦ τε προφήτου καὶ τοῦ ψευδοπροφήτου. κηʹ. Ὁ προφήτης, φησὶν, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὑτοῦ· καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας. Καὶ διδάσκει τροπικῶς τὸ διάφορον. «Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; φησὶν ὁ Κύριος.» κθʹ. Οὐχ οὕτως οἱ λόγοι μου, ὡς πῦρ, λέγει Κύριος; καὶ ὡς πέλυξ κόπτων πέτραν; Ἔδειξε διὰ τῶν παραβολῶν τοῦ θείου λόγου τὴν δύναμιν. Εἶτα τῶν ψευδοπροφητῶν διδάσκει τὴν διαφοράν· οἱ μὲν γὰρ οἷόν τινες, φησὶ, λωποδῦται κλέπτουσί τινας προφητικοὺς λόγους, καὶ τούτους ταῖς παρατροπαῖς διαφθείρουσιν· οἱ δὲ πλάττουσι προφητείαν ψευδῆ· οἱ δὲ ἐνύπνια, ἃ μὴ ἑωράκασι, διηγοῦνται καὶ διαφόρως τὸν τρισάθλιον ὑποβουκολοῦντες λαὸν, ἐπιμένειν τῇ πονηρίᾳ παρασκευάζουσιν. Ἔπειτα κελεύει τῷ προφήτῃ· λγʹ, λδʹ. Ἐὰν ἐρωτήσῃ ὁ λαὸς οὗτος, ἱερεὺς ἢ προφήτης, λέγων, Τί τὸ λῆμμα Κυρίου; ἐρεῖς αὐτοῖς· Ὑμεῖς ἐστε τὸ λῆμμα Κυρίου, καὶ ῥίψω ὑμᾶς, λέγει Κύριος. Καὶ ὁ προφήτης, καὶ ἱερεὺς, οἳ ἂν εἴπωσι Λῆμμα Κυρίου, ἐκδικήσω τὸν ἄνθρωπον, καὶ τὸν οἶκον αὐτοῦ. Ἐπιλήπτους ἐκάλουν τοὺς προφήτας οἱ δυσσεβεῖς, καὶ λῆμμα τὴν προφητείαν. Παρακελεύεται τοίνυν ὁ Θεὸς, τούτῳ τῷ προσρήματι μὴ κεχρῆσθαι, καὶ τοῖς μὴ πειθομένοις ἀπειλεῖ τιμωρίαν. Κελεύει δὲ αὐτοῖς οὕτω πυνθάνεσθαι, «Τί ἀπεκρίθη Κύριος; Τί ἐλάλησε Κύριος;» καὶ λῆμμα Κυρίου μὴ ὀνομάζειν ἔτι· τοῖς δὲ τὰ προστεταγμένα παραβαίνουσιν ἀπειλεῖ, λέγων· λθʹ, μʹ. Ἰδοὺ ἐγὼ λαμβάνω ὑμᾶς λήμματι, καὶ ῥίψω ὑμᾶς, καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν